Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

641 οἱ δὲ τοῦ μὲν κτείνειν ἀπέσχοντο, δήσαντες δὲ τὸν προδότην οἷοί τε ἦσαν πέμπειν Οὐιτελλίῳ. ταῦτʼ ἀκούσας ὁ Πρῖμος αὐτίκα τοὺς σφετέρους ἀνίστησι καὶ μετὰ τῶν ὅπλων ἦγεν ἐπὶ τοὺς ἀποστάντας.
642 οἱ δὲ παραταξάμενοι πρὸς ὀλίγον μὲν ἀντέσχον, αὖθις δὲ τραπέντες ἔφευγον εἰς τὴν Κρέμωνα. τοὺς δὲ ἱππεῖς ἀναλαβὼν Πρῖμος ὑποτέμνεται τὰς εἰσόδους αὐτῶν, καὶ τὸ μὲν πολὺ πλῆθος κυκλωσάμενος πρὸ τῆς πόλεως διαφθείρει, τῷ δὲ λοιπῷ συνεισπεσὼν διαρπάσαι τὸ ἄστυ τοῖς στρατιώταις ἐφῆκεν.
643 ἔνθα δὴ πολλοὶ μὲν τῶν ξένων ἔμποροι, πολλοὶ δὲ τῶν ἐπιχωρίων ἀπώλοντο, πᾶσα δὲ καὶ ἡ Οὐιτελλίου στρατιά, μυριάδες ἀνδρῶν τρεῖς καὶ διακόσιοι· τῶν δʼ ἀπὸ τῆς Μυσίας Ἀντώνιος τετρακισχιλίους ἀποβάλλει καὶ πεντακοσίους.
644 λύσας δὲ τὸν Καικίναν πέμπει πρὸς Οὐεσπασιανὸν ἀγγελοῦντα τὰ πεπραγμένα. καὶ ὃς ἐλθὼν ἀπεδέχθη τε ὑπʼ αὐτοῦ καὶ τὰ τῆς προδοσίας ὀνείδη ταῖς παρʼ ἐλπίδα τιμαῖς ἐπεκάλυψεν.
645 Ἀνεθάρσει δὲ ἤδη καὶ κατὰ τὴν Ῥώμην Σαβῖνος, ὡς πλησίον Ἀντώνιος ὢν ἀπηγγέλλετο, καὶ συναθροίσας τὰ τῶν νυκτοφυλάκων στρατιωτῶν τάγματα νύκτωρ καταλαμβάνει τὸ Καπετώλιον.
646 μεθʼ ἡμέραν δʼ αὐτῷ πολλοὶ τῶν ἐπισήμων προσεγένοντο καὶ Δομετιανὸς ὁ τἀδελφοῦ παῖς, μεγίστη μοῖρα τῶν εἰς τὸ κρατεῖν ἐλπίδων.
647 Οὐιτελλίῳ δὲ Πρίμου μὲν ἐλάττων φροντὶς ἦν, τεθύμωτο δʼ ἐπὶ τοὺς συναποστάντας τῷ Σαβίνῳ, καὶ διὰ τὴν ἔμφυτον ὠμότητα διψῶν αἵματος εὐγενοῦς τοῦ στρατιωτικοῦ τὴν συγκατελθοῦσαν αὐτῷ δύναμιν ἐπαφίησι τῷ Καπετωλίῳ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi