Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

78 ἐπαναβαίνουσι δὲ Ῥωμαῖοι, καὶ περισχόντες οὓς μὲν ἀμυνομένους ἔφθανον, οὓς δὲ χεῖρας προΐσχοντας· ἐτόνου δὲ τὸν θυμὸν αὐτοῖς ἐπὶ πάντας ἡ μνήμη τῶν ἐπὶ τῆς πρώτης εἰσβολῆς ἀπολωλότων.
79 ἀπογινώσκοντες δὲ τὴν σωτηρίαν πανταχόθεν οἱ πολλοὶ περισχόμενοι τέκνα καὶ γυναῖκας αὑτούς τε κατεκρήμνιζον εἰς τὴν φάραγγα· βαθυτάτη δʼ αὕτη κατὰ τὴν ἄκραν ὑπορώρυκτο.
80 συνέβη δὲ τὴν Ῥωμαίων ὀργὴν τῆς εἰς ἑαυτοὺς ἀπονοίας τῶν ἁλόντων πρᾳοτέραν φανῆναι· τετρακισχίλιοι μέν γε ὑπὸ τούτων ἐσφάγησαν, οἱ δὲ ῥίψαντες ἑαυτοὺς ὑπὲρ πεντακισχιλίους εὑρέθησαν.
81 διεσώθη δὲ πλὴν δύο γυναικῶν οὐδείς· τῆς Φιλίππου δὲ ἦσαν ἀδελφῆς θυγατέρες αὗται, αὐτὸς δὲ ὁ Φίλιππος Ἰακίμου τινὸς ἀνδρὸς ἐπισήμου, τετραρχήσαντος Ἀγρίππᾳ τῷ βασιλεῖ.
82 διεσώθησαν δὲ τὰς παρὰ τὴν ἅλωσιν ὀργὰς Ῥωμαίων λαθοῦσαι· τότε γὰρ οὐδὲ νηπίων ἐφείδοντο, πολλὰ δʼ ἑκάστοτε ἁρπάζοντες ἐσφενδόνων ἀπὸ τῆς ἄκρας.
83 Γάμαλα μὲν οὕτως ἑάλω τρίτῃ καὶ εἰκάδι μηνὸς Ὑπερβερεταίου τῆς ἀποστάσεως ἀρξαμένης Γορπιαίου μηνὸς τετάρτῃ καὶ εἰκάδι.
84 Μόνη δὲ Γίσχαλα πολίχνη τῆς Γαλιλαίας ἀχείρωτος κατελείπετο, τοῦ μὲν πλήθους εἰρηνικὰ φρονοῦντος, καὶ γὰρ ἦσαν τὸ πλέον γεωργοὶ καὶ ταῖς ἀπὸ τῶν καρπῶν ἐλπίσιν ἀεὶ προσανέχοντες, παρεισεφθαρμένου δʼ αὐτοῖς οὐκ ὀλίγου λῃστρικοῦ τάγματος, ᾧ τινες καὶ τοῦ πολιτικοῦ συνενόσουν.
85 ἐνῆγε δὲ τούτους εἰς τὴν ἀπόστασιν καὶ συνεκρότει Ληΐου τινὸς υἱὸς Ἰωάννης, γόης ἀνὴρ καὶ ποικιλώτατος τὸ ἦθος, πρόχειρος μὲν ἐλπίσαι μεγάλα, δεινὸς δὲ τῶν ἐλπισθέντων περιγενέσθαι παντί τε ὢν δῆλος ἀγαπᾶν τὸν πόλεμον εἰς δυναστείας ἐπίθεσιν.
86 ὑπὸ τούτῳ τὸ στασιῶδες ἐν τοῖς Γισχάλοις ἐτέτακτο, διʼ οὓς τυχὸν καὶ πρεσβευσάμενον περὶ παραδόσεως τὸ δημοτικὸν ἐν πολέμου μοίρᾳ τὴν Ῥωμαίων ἔφοδον ἐξεδέχετο.
87 Οὐεσπασιανὸς δὲ ἐπὶ μὲν τούτους Τίτον ἐκπέμπει σὺν χιλίοις ἱππεῦσιν, τὸ δέκατον δὲ τάγμα ἀπαίρει εἰς Σκυθόπολιν.
88 αὐτὸς δὲ σὺν δυσὶ τοῖς λοιποῖς ἐπανῆλθεν εἰς Καισάρειαν, τοῦ τε συνεχοῦς καμάτου διδοὺς ἀνάπαυσιν αὐτοῖς καὶ διʼ εὐθηνίαν τῶν πόλεων τά τε σώματα καὶ τὸ πρόθυμον ὑποθρέψειν οἰόμενος ἐπὶ τοὺς μέλλοντας ἀγῶνας·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi