Kitap 4
568
συγγενὴς δὲ ἦν αὕτη τοῦ τῶν Ἀδιαβηνῶν βασιλέως Ἰζᾶ· συνεισπίπτουσι δὲ οἱ Ἰδουμαῖοι, κἀκεῖθεν εἰς τὸ ἱερὸν ἐξώσαντες τοὺς ζηλωτὰς ἐφʼ ἁρπαγὴν ἐτράποντο τῶν Ἰωάννου χρημάτων·
569
κατὰ γὰρ τὴν προειρημένην αὐλὴν αὐτός τε † ὢν ἐκεῖ καὶ τὰ λάφυρα τῆς τυραννίδος κατέθετο.
570
ἐν δὲ τούτῳ τὸ κατὰ τὴν πόλιν ἐσκεδασμένον πλῆθος τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν πρὸς τοὺς διαπεφευγότας ἠθροίσθη, καὶ κατάγειν αὐτοὺς παρεσκευάσατο Ἰωάννης ἐπί τε τὸν δῆμον καὶ τοὺς Ἰδουμαίους.
571
τοῖς δὲ οὐχ οὕτω τὴν ἔφοδον αὐτῶν καταδεῖσαι παρέστη μαχιμωτέροις οὖσιν ὡς τὴν ἀπόνοιαν, μὴ νύκτωρ ἐκ τοῦ ἱεροῦ παρεισδύντες αὐτούς τε διαφθείρωσι καὶ τὸ ἄστυ καταπιμπρῶσι.
572
συνελθόντες οὖν μετὰ τῶν ἀρχιερέων ἐβουλεύοντο, τίνα χρὴ τρόπον φυλάξασθαι τὴν ἐπίθεσιν.
573
θεὸς δὲ ἄρα τὰς γνώμας αὐτῶν εἰς κακὸν ἔτρεψε, καὶ χαλεπώτερον ἀπωλείας ἐπενόησαν τὸ πρὸς σωτηρίαν φάρμακον· ἵνα γοῦν καταλύσωσιν Ἰωάννην, ἔκριναν δέχεσθαι Σίμωνα καὶ μετὰ ἱκετηριῶν δεύτερον εἰσαγαγεῖν ἑαυτοῖς τύραννον.
574
ἐπεραίνετο δʼ ἡ βουλή, καὶ τὸν ἀρχιερέα Ματθίαν πέμψαντες ἐδέοντο Σίμωνι εἰσελθεῖν ὃν πολλὰ ἔδεισαν· συμπαρεκάλουν δὲ οἱ ἐκ τῶν Ἱεροσολύμων τοὺς ζηλωτὰς φεύγοντες πόθῳ τῶν οἴκων καὶ τῶν κτημάτων.
575
ὁ δʼ αὐτοῖς ὑπερηφάνως κατανεύσας τὸ δεσπόζειν εἰσέρχεται μὲν ὡς ἀπαλλάξων τῶν ζηλωτῶν τὴν πόλιν σωτὴρ ὑπὸ τοῦ δήμου καὶ κηδεμὼν εὐφημούμενος,
576
παρελθὼν δὲ μετὰ τῆς δυνάμεως ἐσκόπει τὰ περὶ τῆς ἑαυτοῦ δυναστείας καὶ τοὺς καλέσαντας οὐχ ἧττον ἐχθροὺς ἐνόμιζεν ἢ καθʼ ὧν ἐκέκλητο.