Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

507 οὐ μὴν ἐπὶ τὰ μείζω παρακαλῶν ἔπεισεν· οἱ μὲν γὰρ ἐν ἔθει ὄντες τῷ φρουρίῳ,
508 καθάπερ φωλεοῦ χωρίζεσθαι μακρὰν ἐδεδοίκεσαν, ὁ δὲ τυραννιῶν καὶ μεγάλων ἐφιέμενος ἐπειδὴ καὶ τὴν Ἀνάνου τελευτὴν ἤκουσεν, εἰς τὴν ὀρεινὴν ἀφίσταται, καὶ προκηρύξας δούλοις μὲν ἐλευθερίαν, γέρας δὲ ἐλευθέροις τοὺς πανταχόθεν πονηροὺς συνήθροιζεν.
509 Ὡς δʼ ἦν αὐτῷ καρτερὸν ἤδη τὸ σύνταγμα, τὰς ἀνὰ τὴν ὀρεινὴν κώμας κατέτρεχεν, ἀεὶ δὲ προσγινομένων πλειόνων ἐθάρρει καταβαίνειν εἰς τὰ χθαμαλώτερα.
510 κἀπειδὴ πόλεσιν ἤδη φοβερὸς ἦν, πολλοὶ πρὸς τὴν ἰσχὺν καὶ τὴν εὔροιαν τῶν κατορθωμάτων ἐφθείροντο δυνατοί, καὶ οὐκέτι ἦν δούλων μόνων οὐδὲ λῃστῶν στρατός, ἀλλὰ καὶ δημοτικῶν οὐκ ὀλίγων ὡς πρὸς βασιλέα πειθαρχεῖν.
511 κατέτρεχε δὲ τήν τε Ἀκραβετηνὴν τοπαρχίαν καὶ τὰ μέχρι τῆς μεγάλης Ἰδουμαίας· κατὰ γὰρ κώμην τινὰ καλουμένην Ἀῒν τεῖχος κατασκευάσας ὥσπερ φρουρίῳ πρὸς ἀσφάλειαν ἐχρῆτο,
512 κατὰ δὲ τὴν φάραγγα προσαγορευομένην Φερεταὶ πολλὰ μὲν ἀνευρύνας σπήλαια, πολλὰ δʼ εὑρὼν ἕτοιμα ταμιείοις ἐχρῆτο θησαυρῶν καὶ τῆς λείας ἐκδοχείοις.
513 ἀνετίθει δὲ καὶ τοὺς ἁρπαζομένους εἰς αὐτὰ καρπούς, οἵ τε πολλοὶ τῶν λόχων δίαιταν εἶχον ἐν ἐκείνοις· δῆλος δʼ ἦν τό τε σύνταγμα προγυμνάζων καὶ τὰς παρασκευὰς κατὰ τῶν Ἱεροσολύμων.
514 Ὅθεν οἱ ζηλωταὶ δείσαντες αὐτοῦ τὴν ἐπιβουλὴν καὶ προλαβεῖν βουλόμενοι τὸν κατʼ αὐτῶν τρεφόμενον ἐξίασι μετὰ τῶν ὅπλων οἱ πλείους· ὑπαντιάζει δὲ Σίμων, καὶ παραταξάμενος συχνοὺς μὲν αὐτῶν ἀναιρεῖ, συνελαύνει δὲ τοὺς λοιποὺς εἰς τὴν πόλιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi