Kitap 4
484
φασὶ δὲ ὡς διʼ ἀσέβειαν οἰκητόρων κεραυνοῖς καταφλεγῆναι· ἔστι γοῦν ἔτι λείψανα τοῦ θείου πυρός, καὶ πέντε μὲν πόλεων ἰδεῖν σκιάς, ἔτι δὲ κἀν τοῖς καρποῖς σποδιὰν ἀναγεννωμένην, οἳ χροιὰν μὲν ἔχουσι τῶν ἐδωδίμων ὁμοίαν, δρεψαμένων δὲ χερσὶν εἰς καπνὸν διαλύονται καὶ τέφραν.
485
τὰ μὲν δὴ περὶ τὴν Σοδομῖτιν μυθευόμενα τοιαύτην ἔχει πίστιν ἀπὸ τῆς ὄψεως.
486
Ὁ δὲ Οὐεσπασιανὸς πανταχόθεν περιτειχίζων τοὺς ἐν τοῖς Ἱεροσολύμοις ἔν τε τῇ Ἱεριχοῖ καὶ ἐν Ἀδίδοις ἐγείρει στρατόπεδα καὶ φρουροὺς ἀμφοτέραις ἐγκαθίστησιν ἔκ τε τοῦ Ῥωμαϊκοῦ καὶ συμμαχικοῦ συντάγματος.
487
πέμπει δὲ καὶ εἰς Γέρασα Λούκιον Ἄννιον παραδοὺς μοῖραν ἱππέων καὶ συχνοὺς πεζούς.
488
ὁ μὲν οὖν ἐξ ἐφόδου τὴν πόλιν ἑλὼν ἀποκτείνει μὲν χιλίους τῶν νέων, ὅσοι μὴ διαφυγεῖν ἔφθασαν, γενεὰς δὲ ᾐχμαλωτίσατο καὶ τὰς κτήσεις διαρπάσαι τοῖς στρατιώταις ἐπέτρεψεν· ἔπειτα τὰς οἰκίας ἐμπρήσας ἐπὶ τὰς πέριξ κώμας ἐχώρει.
489
φυγαὶ δʼ ἦσαν τῶν δυνατῶν καὶ φθοραὶ τῶν ἀσθενεστέρων, τὸ καταλειφθὲν δὲ πᾶν ἐνεπίμπρατο.
490
καὶ διειληφότος τοῦ πολέμου τήν τε ὀρεινὴν ὅλην καὶ τὴν πεδιάδα πάσας οἱ ἐν τοῖς Ἱεροσολύμοις τὰς ἐξόδους ἀφῄρηντο· τοὺς μέν γε αὐτομολεῖν προαιρουμένους οἱ ζηλωταὶ παρεφυλάσσοντο, τοὺς δὲ οὔπω τὰ Ῥωμαίων φρονοῦντας εἶργεν ἡ στρατιὰ πανταχόθεν τὴν πόλιν περιέχουσα.
491
Οὐεσπασιανῷ δʼ εἰς Καισάρειαν ἐπιστρέψαντι καὶ παρασκευαζομένῳ μετὰ πάσης τῆς δυνάμεως ἐπʼ αὐτῶν τῶν Ἱεροσολύμων ἐξελαύνειν ἀγγέλλεται Νέρων ἀνῃρημένος, τρία καὶ δέκα βασιλεύσας ἔτη καὶ ἡμέρας ὀκτώ.