Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

459 Παρὰ μέντοι τὴν Ἱεριχοῦν ἐστι πηγὴ δαψιλής τε καὶ πρὸς ἀρδείας λιπαρωτάτη παρὰ τὴν παλαιὰν ἀναβλύζουσα πόλιν, ἣν Ἰησοῦς ὁ Ναυῆ παῖς στρατηγὸς Ἑβραίων πρώτην εἷλε γῆς Χαναναίων δορίκτητον.
460 ταύτην τὴν πηγὴν λόγος ἔχει κατʼ ἀρχὰς οὐ μόνον γῆς καὶ δένδρων καρποὺς ἀπαμβλύνειν, ἀλλὰ καὶ γυναικῶν γονάς, καθόλου τε πᾶσιν εἶναι νοσώδη τε καὶ φθαρτικήν, ἐξημερωθῆναι δὲ καὶ γενέσθαι τοὐναντίον ὑγιεινοτάτην τε καὶ γονιμωτάτην ὑπὸ Ἐλισσαίου τοῦ προφήτου· γνώριμος δʼ ἦν οὗτος Ἠλία καὶ διάδοχος·
461 ὃς ἐπιξενωθεὶς τοῖς κατὰ τὴν Ἱεριχοῦν, περισσὸν δή τι φιλοφρονησαμένων αὐτὸν τῶν ἀνθρώπων αὐτούς τε ἀμείβεται καὶ τὴν χώραν αἰωνίῳ χάριτι.
462 προελθὼν γὰρ ἐπὶ τὴν πηγὴν καὶ καταβαλὼν εἰς τὸ ῥεῦμα πλῆρες ἁλῶν ἀγγεῖον κεράμου, ἔπειτα εἰς οὐρανὸν δεξιὰν ἀνατείνας δικαίαν κἀπὶ γῆς σπονδὰς μειλικτηρίους χεόμενος, τὴν μὲν ᾐτεῖτο μαλάξαι τὸ ῥεῦμα καὶ γλυκυτέρας φλέβας ἀνοῖξαι,
463 τὸν δὲ ἐγκεράσασθαι τῷ ῥεύματι γονιμωτέρους [τε] ἀέρας δοῦναί τε ἅμα καὶ καρπῶν εὐθηνίαν τοῖς ἐπιχωρίοις καὶ τέκνων διαδοχήν, μηδʼ ἐπιλιπεῖν αὐτοῖς τὸ τούτων γεννητικὸν ὕδωρ, ἕως μένουσι δίκαιοι.
464 ταύταις ταῖς εὐχαῖς πολλὰ προσχειρουργήσας ἐξ ἐπιστήμης ἔτρεψε τὴν πηγήν, καὶ τὸ πρὶν ὀρφανίας αὐτοῖς καὶ λιμοῦ παραίτιον ὕδωρ ἔκτοτε εὐτεκνίας καὶ κόρου χορηγὸν κατέστη.
465 τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων.
466 παρὸ καὶ τῶν [μὲν] δαψιλεστέρως χρωμένων ἡ ὄνησίς ἐστιν ὀλίγη, τούτου δὲ τοῦ ὀλίγου χορηγία δαψιλής.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi