Kitap 4
410
Ταῦτα Οὐεσπασιανῷ παρὰ τῶν αὐτομόλων διηγγέλλετο. καίπερ γὰρ φρουρούντων τὰς ἐξόδους τῶν στασιαστῶν ἁπάσας καὶ διαφθειρόντων τοὺς ὁπωσοῦν προσιόντας, ὅμως ἦσαν οἳ διελάνθανον καὶ καταφεύγοντες εἰς τοὺς Ῥωμαίους τὸν στρατηγὸν ἐνῆγον ἀμῦναι τῇ πόλει καὶ τὰ τοῦ δήμου περισῶσαι λείψανα·
411
διὰ γὰρ τὴν πρὸς Ῥωμαίους εὔνοιαν ἀνῃρῆσθαί τε τοὺς πολλοὺς καὶ κινδυνεύειν τοὺς περιόντας.
412
ὁ δὲ οἰκτείρων ἤδη τὰς συμφορὰς αὐτῶν τὸ μὲν δοκεῖν ἐκπολιορκήσων ἐφίσταται τὰ Ἱεροσόλυμα, τὸ δὲ ἀληθὲς ἀπαλλάξων πολιορκίας.
413
ἔδει μὲν προκαταστρέψασθαι τὰ λειπόμενα καὶ μηδὲν ἔξωθεν ἐμπόδιον τῇ πολιορκίᾳ καταλιπεῖν· ἐλθὼν οὖν ἐπὶ τὰ Γάδαρα μητρόπολιν τῆς Περαίας καρτερὰν τετράδι Δύστρου μηνὸς εἴσεισιν εἰς τὴν πόλιν·
414
καὶ γὰρ ἔτυχον οἱ δυνατοὶ λάθρα τῶν στασιωδῶν πρεσβευσάμενοι πρὸς αὐτὸν περὶ παραδόσεως πόθῳ τε εἰρήνης καὶ διὰ τὰς οὐσίας· πολλοὶ δὲ τὰ Γάδαρα κατῴκουν πλούσιοι.
415
τούτων τὴν πρεσβείαν ἠγνοήκεσαν οἱ διάφοροι, πλησίον δὲ ἤδη ὄντος Οὐεσπασιανοῦ διεπύθοντο, καὶ κατασχεῖν μὲν αὐτοὶ τὴν πόλιν ἀπέγνωσαν δύνασθαι τῶν τε ἔνδον ἐχθρῶν πλήθει λειπόμενοι καὶ Ῥωμαίους ὁρῶντες οὐ μακρὰν τῆς πόλεως, φεύγειν δὲ κρίνοντες ἠδόξουν ἀναιμωτὶ καὶ μηδεμίαν παρὰ τῶν αἰτίων εἰσπραξάμενοι τιμωρίαν.
416
συλλαβόντες δὴ τὸν Δόλεσον, οὗτος γὰρ ἦν οὐ μόνον ἀξιώματι καὶ γένει τῆς πόλεως πρῶτος, ἀλλʼ ἐδόκει καὶ τῆς πρεσβείας αἴτιος, κτείνουσί τε αὐτὸν καὶ διʼ ὑπερβολὴν ὀργῆς νεκρὸν αἰκισάμενοι διέδρασαν ἐκ τῆς πόλεως.