Kitap 4
31
Οὐεσπασιανὸς δʼ ἀεὶ προσμένων τοῖς πονουμένοις, δεινὸν γάρ τι πάθος αὐτὸν εἰσῄει κατερειπομένην ὁρῶντα περὶ τῷ στρατῷ τὴν πόλιν, ἐν λήθῃ τοῦ κατʼ αὐτὸν ἀσφαλοῦς γενόμενος λανθάνει κατὰ μικρὸν ἀνωτάτω τῆς πόλεως προελθών, ἔνθα μέσοις ἐγκαταλείπεται τοῖς κινδύνοις μετʼ ὀλίγων παντελῶς·
32
οὐδὲ γὰρ ὁ παῖς αὐτῷ Τίτος τότε συμπαρῆν τηνικαῦτα πρὸς Μουκιανὸν εἰς Συρίαν ἀπεσταλμένος.
33
τραπῆναι μὲν οὖν οὔτε ἀσφαλὲς οὔτε πρέπον ἡγήσατο, μνησθεὶς δὲ τῶν ἀπὸ νεότητος αὐτῷ πεπονημένων καὶ τῆς ἰδίας ἀρετῆς, ὥσπερ ἔνθους γενόμενος, συνασπίζει μὲν τοὺς ἅμʼ αὐτῷ τά τε σώματα καὶ τὰς πανοπλίας,
34
ὑφίσταται δὲ κατὰ κορυφὴν ἐπιρρέοντα τὸν πόλεμον καὶ οὔτε ἀνδρῶν πλῆθος οὔτε βελῶν ὑποπτήξας ἐπέμενε, μέχρι δαιμόνιον τὸ παράστημα τῆς ψυχῆς συννοήσαντες οἱ πολέμιοι ταῖς ὁρμαῖς ἐνέδοσαν.
35
ἀτονώτερον δὲ προσκειμένων αὐτὸς ὑπὸ πόδα ἀνεχώρει νῶτα μὴ δεικνὺς ἕως ἔξω τοῦ τείχους ἐγένετο.
36
πλεῖστοι μὲν οὖν Ῥωμαίων κατὰ ταύτην ἔπεσον τὴν μάχην, ἐν οἷς ὁ δεκαδάρχης Αἰβούτιος, ἀνὴρ οὐ μόνον ἐφʼ ἧς ἔπεσε παρατάξεως, ἀλλὰ πανταχοῦ καὶ πρότερον γενναιότατος φανεὶς καὶ πλεῖστα κακὰ Ἰουδαίους ἐργασάμενος.
37
ἑκατοντάρχης δέ τις, Γάλλος ὀνόματι, μετὰ στρατιωτῶν δέκα περισχεθεὶς ἐν τῇ ταραχῇ κατέδυ μὲν εἴς τινος οἰκίαν,
38
τῶν δʼ ἐν αὐτῇ διαλαλούντων παρὰ δεῖπνον ὅσα κατὰ τῶν Ῥωμαίων ἢ περὶ σφῶν ὁ δῆμος ἐβουλεύετο κατακροασάμενος, ἦν δὲ αὐτός τε καὶ οἱ σὺν αὐτῷ Σύροι, νύκτωρ ἐπανίσταται καὶ πάντας ἀποσφάξας μετὰ τῶν στρατιωτῶν εἰς τοὺς Ῥωμαίους διασώζεται.