Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

353 Τούτοις πεισθέντες οἱ Ἰδουμαῖοι πρῶτον μὲν λύουσι τοὺς ἐν τοῖς δεσμωτηρίοις περὶ δισχιλίους δημότας, οἳ παραχρῆμα φυγόντες ἐκ τῆς πόλεως ἀφικνοῦνται πρὸς Σίμωνα, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν· ἔπειτα ἐκ τῶν Ἱεροσολύμων ἀνεχώρησαν ἐπʼ οἴκου.
354 καὶ συνέβη τὸν χωρισμὸν αὐτῶν γενέσθαι παράδοξον ἀμφοτέροις· ὅ τε γὰρ δῆμος ἀγνοῶν τὴν μετάνοιαν ἀνεθάρσησε πρὸς ὀλίγον ὡς ἐχθρῶν κεκουφισμένος,
355 οἵ τε ζηλωταὶ μᾶλλον ἐπανέστησαν, οὐχ ὡς ὑπὸ συμμάχων καταλειφθέντες, ἀλλʼ ἀπηλλαγμένοι τῶν δυσωπούντων καὶ διατρεπόντων παρανομεῖν.
356 οὐκέτι γοῦν μέλλησις ἢ σκέψις ἦν τῶν ἀδικημάτων, ἀλλʼ ὀξυτάταις μὲν ἐχρῶντο ταῖς ἐπινοίαις εἰς ἕκαστα, τὰ δοχθέντα δὲ τάχιον καὶ τῆς ἐπινοίας ἐνήργουν.
357 μάλιστα δʼ ἐπʼ ἀνδρείαν τε καὶ εὐγένειαν ἐφόνων, τὴν μὲν φθόνῳ λυμαινόμενοι, τὸ δὲ γενναῖον δέει· μόνην γὰρ αὐτῶν ἀσφάλειαν ὑπελάμβανον τὸ μηδένα τῶν δυνατῶν καταλιπεῖν.
358 ἀνῃρέθη γοῦν σὺν πολλοῖς ἑτέροις καὶ Γουρίων, ἀξιώματι μὲν καὶ γένει προύχων, δημοκρατικὸς δὲ καὶ φρονήματος ἐλευθερίου μεστός, εἰ καί τις ἕτερος Ἰουδαίων· ἀπώλεσε δὲ αὐτὸν ἡ παρρησία μάλιστα πρὸς τοῖς ἄλλοις πλεονεκτήμασιν.
359 οὐδʼ ὁ Περαΐτης Νίγερ αὐτῶν τὰς χεῖρας διέφυγεν, ἀνὴρ ἄριστος ἐν τοῖς πρὸς Ῥωμαίους πολέμοις γενόμενος· ὃς καὶ βοῶν πολλάκις τάς τε ὠτειλὰς ἐπιδεικνὺς διὰ μέσης ἐσύρετο τῆς πόλεως.
360 ἐπεὶ δὲ ἔξω τῶν πυλῶν ἦκτο, τὴν σωτηρίαν ἀπογνοὺς περὶ ταφῆς ἱκέτευεν· οἱ δὲ προαπειλήσαντες ἧς ἐπεθύμει μάλιστα γῆς μὴ μεταδώσειν αὐτῷ, τὸν φόνον ἐνήργουν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi