Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

338 ὅ γε μὴν Ζαχαρίας συνιδὼν μηδεμίαν αὐτῷ καταλειπομένην σωτηρίας ἐλπίδα, κεκλῆσθαι γὰρ κατʼ ἐνέδραν εἰς εἱρκτήν, οὐκ ἐπὶ δικαστήριον, ἐποιήσατο τὴν τοῦ ζῆν ἀπόγνωσιν οὐκ ἀπαρρησίαστον, ἀλλὰ καταστὰς τὸ μὲν πιθανὸν τῶν κατηγορημένων διεχλεύασε καὶ διὰ βραχέων ἀπελύσατο τὰς ἐπιφερομένας αἰτίας.
339 ἔπειτα δὲ τὸν λόγον εἰς τοὺς κατηγόρους ἀποστρέψας ἑξῆς πάσας αὐτῶν διεξῄει τὰς παρανομίας καὶ πολλὰ περὶ τῆς συγχύσεως κατωλοφύρατο τῶν πραγμάτων.
340 οἱ ζηλωταὶ δʼ ἐθορύβουν καὶ μόλις τῶν ξιφῶν ἀπεκράτουν, τὸ σχῆμα καὶ τὴν εἰρωνείαν τοῦ δικαστηρίου μέχρι τέλους παῖξαι προαιρούμενοι, καὶ ἄλλως πειράσαι θέλοντες τοὺς δικαστάς, εἰ παρὰ τὸν αὐτῶν κίνδυνον μνησθήσονται τοῦ δικαίου.
341 φέρουσι δὲ οἱ ἑβδομήκοντα τῷ κρινομένῳ τὰς ψήφους ἅπαντες καὶ σὺν αὐτῷ προείλοντο τεθνάναι μᾶλλον ἢ τῆς ἀναιρέσεως αὐτοῦ λαβεῖν τὴν ἐπιγραφήν.
342 ἤρθη δὲ βοὴ τῶν ζηλωτῶν πρὸς τὴν ἀπόλυσιν, καὶ πάντων μὲν ἦν ἀγανάκτησις ἐπὶ τοῖς δικασταῖς ὡς μὴ συνιεῖσι τὴν εἰρωνείαν τῆς δοθείσης αὐτοῖς ἐξουσίας,
343 δύο δὲ τολμηρότατοι προσπεσόντες ἐν μέσῳ τῷ ἱερῷ διαφθείρουσι τὸν Ζαχαρίαν καὶ πεσόντι ἐπιχλευάσαντες ἔφασαν καὶ παρʼ ἡμῶν τὴν ψῆφον ἔχεις καὶ βεβαιοτέραν ἀπόλυσιν ῥίπτουσί τε αὐτὸν [εὐθέως] ἀπὸ τοῦ ἱεροῦ κατὰ τῆς ὑποκειμένης φάραγγος.
344 τοὺς δὲ δικαστὰς πρὸς ὕβριν ἀπεστραμμένοις τοῖς ξίφεσι τύπτοντες ἐξέωσαν τοῦ περιβόλου, διʼ ἓν τοῦτο φεισάμενοι τῆς σφαγῆς αὐτῶν, ἵνα σκεδασθέντες ἀνὰ τὴν πόλιν ἄγγελοι πᾶσι τῆς δουλείας γένωνται.
345 Τοῖς δὲ Ἰδουμαίοις ἤδη τῆς παρουσίας μετέμελε καὶ προσίστατο τὰ πραττόμενα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi