Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

287 πρόδηλον δὲ ἦν ἐπʼ ἀνθρώπων ὀλέθρῳ τὸ κατάστημα τῶν ὅλων συγκεχυμένον, καὶ οὐχὶ μικροῦ τις ἂν εἰκάσαι συμπτώματος τὰ τέρατα.
288 Μία δὲ τοῖς Ἰδουμαίοις καὶ τοῖς ἐν τῇ πόλει παρέστη δόξα, τοῖς μὲν ὀργίζεσθαι τὸν θεὸν ἐπὶ τῇ στρατείᾳ καὶ οὐκ ἂν διαφυγεῖν ἐπενεγκόντας ὅπλα τῇ μητροπόλει, τοῖς δὲ περὶ τὸν Ἄνανον νενικηκέναι χωρὶς παρατάξεως καὶ τὸν θεὸν ὑπὲρ αὐτῶν στρατηγεῖν.
289 κακοὶ δʼ ἦσαν ἄρα τῶν μελλόντων στοχασταὶ καὶ κατεμαντεύοντο τῶν ἐχθρῶν ἃ τοῖς ἰδίοις αὐτῶν ἐπῄει παθεῖν.
290 οἱ μὲν γὰρ Ἰδουμαῖοι συσπειραθέντες τοῖς σώμασιν ἀλλήλους ἀντέθαλπον καὶ τοὺς θυρεοὺς ὑπὲρ κεφαλῆς συμφράξαντες ἧττον ἐκακοῦντο τοῖς ὑετοῖς,
291 οἱ δὲ ζηλωταὶ μᾶλλον τοῦ καθʼ αὑτοὺς κινδύνου ὑπὲρ ἐκείνων ἐβασανίζοντο καὶ συνελθόντες ἐσκόπουν, εἴ τινα μηχανὴν αὐτοῖς ἀμύνης ἐπινοήσειαν.
292 τοῖς μὲν οὖν θερμοτέροις ἐδόκει μετὰ τῶν ὅπλων βιάζεσθαι τοὺς παραφυλάσσοντας, ἔπειτα δʼ εἰσπεσόντας εἰς μέσον τῆς πόλεως ἀναφανδὸν ἀνοίγειν τοῖς συμμάχοις τὰς πύλας·
293 τούς τε γὰρ φύλακας εἴξειν πρὸς τὸ ἀδόκητον αὐτῶν τεταραγμένους ἄλλως τε καὶ τοὺς πλείονας [αὐτῶν] ὄντας ἀνόπλους καὶ πολέμων ἀπείρους, καὶ τῶν κατὰ τὴν πόλιν δυσσύνακτον ἔσεσθαι τὸ πλῆθος κατειλημένον ὑπὸ τοῦ χειμῶνος εἰς τὰς οἰκίας.
294 εἰ δὲ καί τις γένοιτο κίνδυνος, πρέπειν αὐτοῖς πᾶν ὁτιοῦν παθεῖν ἢ περιιδεῖν τοσοῦτον πλῆθος διʼ αὐτοὺς αἰσχρῶς ἀπολλύμενον.
295 οἱ δὲ συνετώτεροι βιάζεσθαι μὲν ἀπεγίνωσκον ὁρῶντες οὐ μόνον τὴν αὐτῶν φρουρὰν πληθύουσαν ἀλλὰ καὶ τὸ τῆς πόλεως τεῖχος διὰ τοὺς Ἰδουμαίους ἐπιμελῶς φυλασσόμενον,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi