Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

230 προεβλήθησαν δὲ ἐπὶ τὴν ἀγγελίαν δύο τῶν δραστηρίων ἀνδρῶν εἰπεῖν τε ἱκανοὶ καὶ πεῖσαι περὶ πραγμάτων, τὸ δὲ τούτων χρησιμώτερον, ὠκύτητι ποδῶν διαφέροντες·
231 τοὺς μὲν γὰρ Ἰδουμαίους αὐτόθεν ᾔδεισαν πεισθησομένους, ἅτε θορυβῶδες καὶ ἄτακτον ἔθνος αἰεί τε μετέωρον πρὸς τὰ κινήματα καὶ μεταβολαῖς χαῖρον, πρὸς ὀλίγην τε κολακείαν τῶν δεομένων τὰ ὅπλα κινοῦν καὶ καθάπερ εἰς ἑορτὴν εἰς τὰς παρατάξεις ἐπειγόμενον.
232 ἔδει δὲ τάχους εἰς τὴν ἀγγελίαν· εἰς ὃ μηδὲν ἐλλείποντες προθυμίας οἱ πεμφθέντες, ἐκαλεῖτο δʼ αὐτῶν Ἀνανίας ἑκάτερος, καὶ δὴ πρὸς τοὺς ἄρχοντας τῶν Ἰδουμαίων παρῆσαν.
233 Οἱ δὲ πρὸς τὴν ἐπιστολὴν καὶ τὰ ῥηθέντα παρὰ τῶν ἀφιγμένων ἐκπλαγέντες, ὥσπερ ἐμμανεῖς περιέθεόν τε τὸ ἔθνος καὶ διεκήρυσσον τὴν στρατείαν.
234 ἤθροιστο δʼ ἡ πληθὺς τάχιον τοῦ παραγγέλματος, καὶ πάντες ὡς ἐπʼ ἐλευθερίᾳ τῆς μητροπόλεως ἥρπαζον τὰ ὅπλα.
235 συνταχθέντες δὲ εἰς δύο μυριάδας παραγίνονται πρὸς τὰ Ἱεροσόλυμα, χρώμενοι τέσσαρσιν ἡγεμόσιν Ἰωάννῃ τε καὶ Ἰακώβῳ παιδὶ Σωσᾶ, πρὸς δὲ τούτοις ἦν Σίμων υἱὸς Θακήου καὶ Φινέας Κλουσώθ.
236 Τὸν δὲ Ἄνανον ἡ μὲν ἔξοδος τῶν ἀγγέλων ὥσπερ καὶ τοὺς φρουροὺς ἔλαθεν, ἡ δʼ ἔφοδος τῶν Ἰδουμαίων οὐκέτι· προγνοὺς γὰρ ἀπέκλειέ τε τὰς πύλας αὐτοῖς καὶ διὰ φυλακῆς εἶχε τὰ τείχη.
237 καθάπαν γε μὴν αὐτοὺς ἐκπολεμεῖν οὐκ ἔδοξεν, ἀλλὰ λόγοις πείθειν πρὸ τῶν ὅπλων.
238 στὰς οὖν ἐπὶ τὸν ἄντικρυς αὐτῶν πύργον ὁ μετὰ Ἄνανον γεραίτατος τῶν ἀρχιερέων Ἰησοῦς, πολλῶν ἔφη καὶ ποικίλων τὴν πόλιν κατεσχηκότων θορύβων ἐν οὐδενὶ θαυμάσαι τὴν τύχην οὕτως, ὡς τῷ συμπράττειν τοῖς πονηροῖς καὶ τὰ παράδοξα·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi