Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

201 καὶ τοὺς μὲν ἀπὸ τοῦ δήμου διεκόμιζον εἰς τὰς οἰκίας οἱ προσήκοντες, ὁ δὲ βληθεὶς τῶν ζηλωτῶν εἰς τὸ ἱερὸν ἀνῄει καθαιμάσσων τὸ θεῖον ἔδαφος· καὶ μόνον ἄν τις εἴποι τὸ ἐκείνων αἷμα μιᾶναι τὰ ἅγια.
202 κατὰ μὲν οὖν τὰς συμβολὰς ἐκτρέχοντες ἀεὶ περιῆσαν οἱ λῃστρικοί, τεθυμωμένοι δὲ οἱ δημοτικοὶ καὶ πλείους ἀεὶ γινόμενοι, κακίζοντες τοὺς ἐνδιδόντας καὶ μὴ διδόντες τοῖς τρεπομένοις ἀναχώρησιν οἱ κατόπιν βιαζόμενοι, πᾶν μὲν ἐπιστρέφουσι τὸ σφέτερον εἰς τοὺς ὑπεναντίους·
203 κἀκείνων μηκέτʼ ἀντεχόντων τῇ βίᾳ, κατὰ μικρὸν δʼ ἀναχωρούντων εἰς τὸ ἱερὸν συνεισπίπτουσιν οἱ περὶ τὸν Ἄνανον.
204 τοῖς δὲ κατάπληξις ἐμπίπτει στερομένοις τοῦ πρώτου περιβόλου, καὶ καταφυγόντες εἰς τὸ ἐνδοτέρω ταχέως ἀποκλείουσι τὰς πύλας.
205 τῷ δʼ Ἀνάνῳ προσβαλεῖν μὲν οὐκ ἐδόκει τοῖς ἱεροῖς πυλῶσιν ἄλλως τε κἀκείνων βαλλόντων ἄνωθεν, ἀθέμιτον δʼ ἡγεῖτο, κἂν κρατήσῃ, μὴ προηγνευκὸς εἰσαγαγεῖν τὸ πλῆθος·
206 διακληρώσας δʼ ἐκ πάντων εἰς ἑξακισχιλίους ὁπλίτας καθίστησιν ἐπὶ ταῖς στοαῖς φρουρούς·
207 διεδέχοντο δὲ ἄλλοι τούτους, καὶ παντὶ μὲν ἀνάγκη παρεῖναι πρὸς τὴν φυλακὴν ἐκ περιόδου, πολλοὶ δὲ τῶν ἐν ἀξιώμασιν ἐφεθέντες ὑπὸ τῶν ἄρχειν δοκούντων μισθούμενοι πενιχροτέρους ἀνθʼ ἑαυτῶν ἐπὶ τὴν φρουρὰν ἔπεμπον.
208 Γίνεται δὲ τούτοις πᾶσιν ὀλέθρου παραίτιος Ἰωάννης, ὃν ἔφαμεν ἀπὸ Γισχάλων διαδρᾶναι, δολιώτατος ἀνὴρ καὶ δεινὸν ἔρωτα τυραννίδος ἐν τῇ ψυχῇ περιφέρων, ὃς πόρρωθεν ἐπεβούλευε τοῖς πράγμασιν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi