Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

162 Καὶ δὴ συνελθόντος τοῦ πλήθους εἰς ἐκκλησίαν καὶ πάντων ἀγανακτούντων μὲν ἐπὶ τῇ καταλήψει τῶν ἁγίων ταῖς τε ἁρπαγαῖς καὶ τοῖς πεφονευμένοις, οὔπω δὲ πρὸς τὴν ἄμυναν ὡρμημένων τῷ δυσεπιχειρήτους, ὅπερ ἦν, τοὺς ζηλωτὰς ὑπολαμβάνειν, καταστὰς ἐν μέσοις ὁ Ἄνανος καὶ πολλάκις εἰς τὸν ναὸν ἀπιδὼν ἐμπλήσας τε τοὺς ὀφθαλμοὺς δακρύων
163 ἦ καλόν γε, εἶπεν, ἦν ἐμοὶ τεθνάναι πρὶν ἐπιδεῖν τὸν οἶκον τοῦ θεοῦ τοσούτοις ἄγεσι καταγέμοντα καὶ τὰς ἀβάτους καὶ ἁγίας χώρας ποσὶ μιαιφόνων στενοχωρουμένας.
164 ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων, ζῶ καὶ φιλοψυχῶ, μηδʼ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατον † εἰ δεῖ μὴ μόνος εἰμὶ καὶ καθάπερ ἐν ἐρημίᾳ τὴν ἐμαυτοῦ ψυχὴν ἐπιδώσω μόνην ὑπὲρ τοῦ θεοῦ.
165 τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν ἡ τῶν ἐν χερσὶ παθῶν ἀντίληψις; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε, καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν.
166 ὢ τῆς πικρᾶς τυραννίδος. τί [δὲ] μέμφομαι τοὺς τυράννους; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας;
167 μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους, ἔτι δʼ ἦσαν ὀλίγοι, πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα,
168 δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς, ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν, ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους, καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς· τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας, καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi