Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 4

99 δεῖν μέντοι τὴν ἡμέραν αὐτὸν ἐκείνην, ἑβδομὰς γὰρ ἦν, χαρίσασθαι τῷ Ἰουδαίων νόμῳ, καθʼ ἣν ὥσπερ ὅπλα κινεῖν αὐτοῖς, οὕτω καὶ τὸ συντίθεσθαι περὶ εἰρήνης ἀθέμιτον.
100 οὐκ ἀγνοεῖν δὲ οὐδὲ Ῥωμαίους, ὡς ἀργὴ πάντων αὐτοῖς ἐστιν ἡ τῆς ἑβδομάδος περίοδος, ἔν τε τῷ παραβαίνειν αὐτὴν οὐχ ἧττον ἀσεβεῖν τῶν βιασθέντων τὸν βιασάμενον. φέρειν δʼ ἐκείνῳ μὲν οὐδεμίαν βλάβην τὰ τῆς ὑπερθέσεως·
101 τί γὰρ ἄν τις ἐν νυκτὶ βουλεύσαιτο δρασμοῦ πλέον ἐξὸν περιστρατοπεδεύσαντα παραφυλάξαι;
102 μέγα δὲ κέρδος αὐτοῖς τὸ μηδὲν παραβῆναι τῶν πατρίων ἐθῶν. πρέπει δὲ τῷ παρὰ προσδοκίαν εἰρήνην χαριζομένῳ τοῖς σωζομένοις τηρεῖν καὶ τοὺς νόμους.
103 τοιούτοις ἐσοφίζετο τὸν Τίτον, οὐ τοσοῦτον τῆς ἑβδομάδος στοχαζόμενος, ὅσον τῆς αὑτοῦ σωτηρίας· ἐδεδοίκει δὲ ἐγκαταληφθῆναι παραχρῆμα τῆς πόλεως ἁλούσης ἐν νυκτὶ καὶ φυγῇ τὰς ἐλπίδας ἔχων τοῦ βίου.
104 θεοῦ δʼ ἦν ἔργον ἄρα τοῦ σώζοντος τὸν Ἰωάννην ἐπὶ τὸν τῶν Ἱεροσολύμων ὄλεθρον τὸ μὴ μόνον πεισθῆναι Τίτον τῇ σκήψει τῆς ὑπερθέσεως, ἀλλὰ καὶ τῆς πόλεως πορρωτέρω στρατοπεδεύσασθαι πρὸς Κυδασοῖς·
105 μεσόγειος δέ ἐστι Τυρίων κώμη καρτερά, διὰ μίσους ἀεὶ καὶ πολέμου Γαλιλαίοις, ἔχουσα πλῆθός τε οἰκητόρων καὶ τὴν ὀχυρότητα τῆς πρὸς τὸ ἔθνος διαφορᾶς ἐφόδια.
106 Νυκτὸς δʼ ὁ Ἰωάννης ὡς οὐδεμίαν περὶ τῇ πόλει Ῥωμαίων ἑώρα φυλακήν, τὸν καιρὸν ἁρπασάμενος οὐ μόνον τοὺς περὶ αὐτὸν ὁπλίτας ἀλλὰ καὶ τῶν ἀργοτέρων συχνοὺς ἅμα ταῖς γενεαῖς ἀναλαβὼν ἐπὶ Ἱεροσολύμων ἔφευγε.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi