Kitap 4
122
τῶν δὲ τὸ μὲν ἆσθμα θερμὸν ἔτι κοπτόμενον ἐδήλου τὴν ἀνάγκην, ἠλαζονεύοντο δὲ κἀν κακοῖς, οὐ πεφευγέναι Ῥωμαίους φάσκοντες, ἀλλʼ ἥκειν πολεμήσοντες αὐτοὺς ἐξ ἀσφαλοῦς·
123
ἀλογίστων γὰρ εἶναι καὶ ἀχρήστων παραβόλως προκινδυνεύειν περὶ Γίσχαλα καὶ πολίχνας ἀσθενεῖς, δέον τὰ ὅπλα καὶ τὰς ἀκμὰς ταμιεύεσθαι τῇ μητροπόλει καὶ συμφυλάσσειν.
124
ἔνθα δὴ παρεδήλουν τὴν ἅλωσιν τῶν Γισχάλων, καὶ τὴν λεγομένην εὐσχημόνως ὑποχώρησιν αὐτῶν οἱ πολλοὶ δρασμὸν ἐνενόουν.
125
ὡς μέντοι τὰ περὶ τοὺς αἰχμαλωτισθέντας ἠκούσθη, σύγχυσις οὐ μετρία κατέσχε τὸν δῆμον, καὶ μεγάλα τῆς ἑαυτῶν ἁλώσεως συνελογίζοντο τὰ τεκμήρια.
126
Ἰωάννης δʼ ἐπὶ μὲν τοῖς καταληφθεῖσιν ἧττον ἠρυθρία, περιιὼν δʼ ἑκάστους ἐπὶ τὸν πόλεμον ἐνῆγεν ταῖς ἐλπίσιν, τὰ μὲν Ῥωμαίων ἀσθενῆ κατασκευάζων, τὴν δʼ οἰκείαν δύναμιν ἐξαίρων,
127
καὶ κατειρωνευόμενος τῆς τῶν ἀπείρων ἀγνοίας, ὡς οὐδʼ ἂν πτερὰ λαβόντες ὑπερβαῖέν ποτε Ῥωμαῖοι τὸ Ἱεροσολύμων τεῖχος οἱ περὶ ταῖς Γαλιλαίων κώμαις κακοπαθοῦντες καὶ πρὸς τοῖς ἐκεῖ τείχεσι κατατρίψαντες τὰς μηχανάς.
128
Τούτοις τὸ πολὺ τῶν νέων προσδιεφθείρετο καὶ πρὸς [μὲν] τὸν πόλεμον ἦρτο, τῶν δὲ σωφρονούντων καὶ γηραιῶν οὐκ ἦν ὅστις οὐ τὰ μέλλοντα προορώμενος ὡς ἤδη τῆς πόλεως οἰχομένης ἐπένθει.
129
ὁ μὲν οὖν δῆμος ἦν ἐν τοιαύτῃ συγχύσει, προδιέστη δὲ τὸ κατὰ τὴν χώραν πλῆθος τῆς ἐν Ἱεροσολύμοις στάσεως.
130
ὁ μὲν γὰρ Τίτος ἀπὸ Γισχάλων εἰς Καισάρειαν, Οὐεσπασιανὸς δὲ ἀπὸ Καισαρείας εἰς Ἰάμνειαν καὶ Ἄζωτον ἀφικόμενος παρίσταταί τε αὐτὰς καὶ φρουροὺς ἐγκαταστήσας ὑπέστρεψε πολὺ πλῆθος ἐπαγόμενος τῶν ἐπὶ δεξιᾷ προσκεχωρηκότων.
131
ἐκινεῖτο δʼ ἐν ἑκάστῃ πόλει ταραχὴ καὶ πόλεμος ἐμφύλιος, ὅσον τε ἀπὸ Ῥωμαίων ἀνέπνεον εἰς ἀλλήλους τὰς χεῖρας ἐπέστρεφον. ἦν δὲ τῶν ἐρώντων τοῦ πολέμου πρὸς τοὺς ἐπιθυμοῦντας εἰρήνης ἔρις χαλεπή.
132
καὶ πρῶτον μὲν ἐν οἰκίαις ἥπτετο τῶν ὁμονοούντων πάλαι τὸ φιλόνεικον, ἔπειτα ἀφηνιάζοντες ἀλλήλων οἱ φίλτατοι [λαοὶ] καὶ συνιὼν ἕκαστος πρὸς τοὺς τὰ αὐτὰ προαιρουμένους ἤδη κατὰ πλῆθος ἀντετάσσοντο.