Kitap 3
524
ὅμως δʼ οὖν ἐκπεριπλέοντες τὰς σχεδίας, ἔστιν δʼ ὅπου καὶ πλησιάζοντες, πόρρωθεν τοὺς Ῥωμαίους ἔβαλλον λίθοις καὶ παραξύοντες ἐγγύθεν ἔπαιον.
525
ἐκακοῦντο δʼ αὐτοὶ πλέον κατʼ ἀμφότερα· ταῖς τε γὰρ χερμάσιν οὐδὲν δρῶντες ὅτι μὴ κτύπον ἐπάλληλον, εἰς γὰρ πεφραγμένους ἔβαλλον, ἐφικτοὶ τοῖς Ῥωμαίων ἐγίνοντο βέλεσιν, καὶ πλησιάζειν τολμῶντες πρὶν δρᾶσαί τι παθεῖν ἔφθανον καὶ σὺν αὐτοῖς ἐβαπτίζοντο τοῖς σκάφεσιν.
526
τῶν δὲ διεκπαίειν πειρωμένων πολλοὺς μὲν ἐφικνούμενοι κοντοῖς διέπειρον, οὓς δὲ ξιφήρεις ἐπιπηδῶντες εἰς τὰ σκάφη, τινὰς δὲ συντρεχούσαις ταῖς σχεδίαις ἐναποληφθέντας μέσους εἷλον ἅμα ταῖς ἁλιάσιν.
527
τῶν δὲ βαπτισθέντων τοὺς ἀνανεύοντας ἢ βέλος ἔφθανεν ἢ σχεδία κατελάμβανεν, καὶ προσβαίνειν ὑπʼ ἀμηχανίας εἰς τοὺς ἐχθροὺς πειρωμένων ἢ κεφαλὰς ἢ χεῖρας ἀπέκοπτον οἱ Ῥωμαῖοι.
528
πολλή τε ἦν αὐτῶν καὶ ποικίλη φθορὰ πανταχοῦ, μέχρι τραπέντες εἰς γῆν ἐξεώσθησαν οἱ λοιποὶ κεκυκλωμένων αὐτοῖς τῶν ἁλιάδων.
529
ἐκχεόμενοι δὲ πολλοὶ μὲν ἐν αὐτῇ κατηκοντίζοντο τῇ λίμνῃ, πολλοὺς δʼ ἐκπηδήσαντας οἱ Ῥωμαῖοι διέφθειραν ἐπὶ γῆς. ἦν δʼ ἰδεῖν κεκερασμένην μὲν αἵματι, πεπληρωμένην δὲ νεκρῶν τὴν λίμνην ἅπασαν· διεσώθη γὰρ οὐδείς.
530
δεινὴ δὲ ταῖς ἑξῆς ἡμέραις περιεῖχε τὴν χώραν ὀδμή τε καὶ ὄψις· οἱ μὲν γὰρ αἰγιαλοὶ ναυαγίων ἅμα καὶ διοιδούντων ἔγεμον σωμάτων, ἐκκαιόμενοι δὲ καὶ μυδῶντες οἱ νεκροὶ τὸν ἀέρα διέφθειρον, ὡς μὴ μόνον οἰκτρὸν Ἰουδαίοις γενέσθαι τὸ πάθος, ἀλλὰ καὶ διὰ μίσους τοῖς δράσασιν ἐλθεῖν.