Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 3

37 ἀπὸ δὲ μεσημβρίας Σαμαρεῖτίς τε καὶ Σκυθόπολις μέχρι τῶν Ἰορδάνου ναμάτων. πρὸς ἕω δὲ Ἱππηνῇ τε καὶ Γαδάροις ἀποτέμνεται καὶ τῇ Γαυλωνίτιδι· ταύτῃ καὶ τῆς Ἀγρίππα βασιλείας ὅροι.
38 τὰ προσάρκτια δʼ αὐτῆς Τύρῳ τε καὶ τῇ Τυρίων χώρᾳ περατοῦται. καὶ τῆς μὲν κάτω καλουμένης Γαλιλαίας ἀπὸ Τιβεριάδος μέχρι Χαβουλών, ἧς ἐν τοῖς παραλίοις Πτολεμαῒς γείτων, τὸ μῆκος ἐκτείνεται.
39 πλατύνεται δʼ ἀπὸ τῆς ἐν τῷ μεγάλῳ πεδίῳ κειμένης κώμης, Ἐξαλὼθ καλεῖται, μέχρι Βηρσάβης, ἣ καὶ τῆς ἄνω Γαλιλαίας εἰς εὖρος ἀρχὴ μέχρι Βακὰ κώμης· αὕτη δὲ τὴν Τυρίων γῆν ὁρίζει.
40 μηκύνεται δὲ μέχρι Μηρὼθ ἀπὸ Θελλᾶ κώμης Ἰορδάνου γείτονος.
41 Τηλικαῦται δʼ οὖσαι τὸ μέγεθος καὶ τοσούτοις ἔθνεσιν ἀλλοφύλοις κεκυκλωμέναι πρὸς πᾶσαν ἀεὶ πολέμου πεῖραν ἀντέσχον·
42 μάχιμοί τε γὰρ ἐκ νηπίων καὶ πολλοὶ Γαλιλαῖοι πάντοτε, καὶ οὔτε δειλία ποτὲ τοὺς ἄνδρας οὔτε λιπανδρία τὴν χώραν κατέσχεν, ἐπειδὴ πίων τε πᾶσα καὶ εὔβοτος καὶ δένδρεσι παντοίοις κατάφυτος, ὡς ὑπὸ τῆς εὐπετείας προκαλέσασθαι καὶ τὸν ἥκιστα γῆς φιλόπονον.
43 προσησκήθη γοῦν ὑπὸ τῶν οἰκητόρων πᾶσα, καὶ μέρος αὐτῆς ἀργὸν οὐδέν, ἀλλὰ καὶ πόλεις πυκναὶ καὶ τὸ τῶν κωμῶν πλῆθος πανταχοῦ πολυάνθρωπον διὰ τὴν εὐθηνίαν, ὡς τὴν ἐλαχίστην ὑπὲρ πεντακισχιλίους πρὸς τοῖς μυρίοις ἔχειν οἰκήτορας.
44 Καθόλου δέ, εἰ καὶ τῷ μεγέθει τις ἐλαττώσειε τῆς Περαίας τὴν Γαλιλαίαν, προέλοιτο δʼ ἂν τῇ δυνάμει· ἡ μὲν γὰρ ἐνεργὸς ὅλη καὶ συνεχής ἐστιν καρποφόρος, ἡ Περαία δὲ πολὺ μὲν μείζων, ἔρημος δὲ καὶ τραχεῖα τὸ πλέον πρός τε καρπῶν ἡμέρων αὔξησιν ἀγριωτέρα,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi