Kitap 2
557
ὁ δὲ σὺν τούτοις κατὰ τὴν βασιλικὴν αὐλὴν πολιορκηθεὶς Ἀντίπας ὑπεριδὼν τὴν φυγὴν αὖθις ὡς ὑπὸ τῶν στασιαστῶν διεφθάρη δηλώσομεν.
558
Κέστιος δὲ τοὺς περὶ Σάουλον ἀξιώσαντας ἀνέπεμψεν εἰς Ἀχαΐαν πρὸς Νέρωνα τήν τε αὐτῶν δηλώσοντας ἀνάγκην καὶ τὰς αἰτίας τοῦ πολέμου τρέψοντας εἰς Φλῶρον· τὴν γὰρ ἐπʼ ἐκεῖνον ὀργὴν κουφίσειν καὶ τοὺς ἑαυτοῦ κινδύνους ἤλπισεν.
559
Κἀν τούτῳ Δαμασκηνοὶ τὴν τῶν Ῥωμαίων φθορὰν πυθόμενοι τοὺς παρʼ ἑαυτοῖς Ἰουδαίους ἀνελεῖν ἐσπούδασαν.
560
καὶ καθὸ μὲν εἶχον αὐτοὺς ἐν τῷ γυμνασίῳ συνηθροισμένους πάλαι διὰ τὰς ὑποψίας τοῦτο πραγματευσάμενοι, ῥᾴστην τὴν ἐπιχείρησιν ἐδόκουν· ἐδεδοίκεισαν δὲ τὰς ἑαυτῶν γυναῖκας ἁπάσας πλὴν ὀλίγων ὑπηγμένας τῇ Ἰουδαϊκῇ θρησκείᾳ·
561
διὸ μέγιστος αὐτοῖς ἀγὼν ἐγένετο λαθεῖν ἐκείνας. τοὺς δὲ Ἰουδαίους ὡς ἂν ἐν στενῷ χωρίῳ τὸν ἀριθμὸν μυρίους καὶ πεντακοσίους πάντας ἀνόπλους ἐπελθόντες ὑπὸ μίαν ὥραν ἀδεῶς ἀπέσφαξαν.
562
Οἱ δὲ διώξαντες τὸν Κέστιον ὡς ὑπέστρεψαν εἰς Ἱεροσόλυμα, τοὺς μὲν βίᾳ τῶν ἔτι ῥωμαϊζόντων τοὺς δὲ πειθοῖ προσήγοντο, καὶ συναθροισθέντες εἰς τὸ ἱερὸν στρατηγοὺς ἀπεδείκνυσαν τοῦ πολέμου πλείονας.
563
ᾑρέθη δὲ Ἰώσηπός τε υἱὸς Γωρίονος καὶ ὁ ἀρχιερεὺς Ἄνανος τῶν τε κατὰ τὴν πόλιν ἁπάντων αὐτοκράτορες καὶ μάλιστα τὰ τείχη τῆς πόλεως ἀνεγείρειν·
564
τὸν γὰρ τοῦ Σίμωνος υἱὸν Ἐλεάζαρον καίπερ ὑφʼ ἑαυτῷ πεποιημένον τὴν Ῥωμαίων λείαν καὶ τὰ ἁρπαγέντα Κεστίου χρήματα, πρὸς οἷς πολλὰ τῶν δημοσίων θησαυρῶν, ὅμως οὐκ ἐπέστησαν ταῖς χρείαις αὐτόν τε τυραννικὸν ὁρῶντες καὶ τοὺς ὑπʼ αὐτῷ ζηλωτὰς δορυφόρων ἔθεσι χρωμένους.