Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 2

329 διήμαρτέν γε μὴν τῆς ἐπιβολῆς· ὁ γὰρ δῆμος ἄντικρυς ἐπιστραφεὶς εἶργεν τῆς ὁρμῆς, καὶ διαστάντες ἐπὶ τῶν τεγῶν τοὺς Ῥωμαίους ἔβαλλον. καταπονούμενοι δὲ τοῖς ὕπερθεν βέλεσιν καὶ διακόψαι τὸ τοὺς στενωποὺς ἐμφράξαν πλῆθος ἀσθενήσαντες ἀνεχώρουν εἰς τὸ πρὸς τοῖς βασιλείοις στρατόπεδον.
330 Οἱ δὲ στασιασταὶ δείσαντες μὴ πάλιν ἐπελθὼν ὁ Φλῶρος κρατήσῃ τοῦ ἱεροῦ διὰ τῆς Ἀντωνίας, ἀναβάντες εὐθέως τὰς συνεχεῖς στοὰς τοῦ ἱεροῦ πρὸς τὴν Ἀντωνίαν διέκοψαν.
331 τοῦτʼ ἔψυξεν τὴν Φλώρου πλεονεξίαν· τῶν γὰρ τοῦ θεοῦ θησαυρῶν ἐφιέμενος καὶ διὰ τοῦτο παρελθεῖν ἐπιθυμῶν εἰς τὴν Ἀντωνίαν, ὡς ἀπερράγησαν αἱ στοαί, τὴν ὁρμὴν ἀνετράπη, καὶ μεταπεμψάμενος τούς τε ἀρχιερεῖς καὶ τὴν βουλὴν αὐτὸς μὲν ἐξιέναι τῆς πόλεως ἔφη, φρουρὰν δʼ ἐγκαταλείψειν αὐτοῖς ὅσην ἂν ἀξιώσωσιν.
332 τῶν δὲ πάντα περὶ ἀσφαλείας καὶ τοῦ μηδὲν νεωτερίσειν ὑποσχομένων, εἰ μίαν αὐτοῖς καταλείποι σπεῖραν, μὴ μέντοι τὴν μαχεσαμένην· πρὸς γὰρ ταύτην ἀπεχθῶς διʼ ἃ πέπονθεν ἔχειν τὸ πλῆθος· ἀλλάξας τὴν σπεῖραν, ὡς ἠξίουν, μετὰ τῆς λοιπῆς δυνάμεως ὑπέστρεψεν εἰς Καισάρειαν.
333 Ἑτέραν δὲ ἐπιβολὴν τῷ πολέμῳ ποριζόμενος ἐπέστελλεν Κεστίῳ Ἰουδαίων ἀπόστασιν καταψευδόμενος τήν τε ἀρχὴν τῆς μάχης περιθεὶς αὐτοῖς καὶ δρᾶσαι λέγων ἐκείνους ἃ πεπόνθεσαν. οὐ μὴν οὐδʼ οἱ τῶν Ἱεροσολύμων ἄρχοντες ἐσίγησαν, ἀλλʼ αὐτοί τε καὶ Βερνίκη τῷ Κεστίῳ περὶ ὧν Φλῶρος εἰς τὴν πόλιν παρηνόμησεν ἔγραφον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi