Kitap 1
297
Ἔνθα δὴ καὶ Σίλων ἀπεκαλύψατο τὴν δωροδοκίαν· ἐπισκευασάμενος γὰρ πολλοὺς τῶν στρατιωτῶν σπάνιν ἐπιτηδείων ἀναβοᾶν καὶ χρήματα εἰς τροφὰς ἀπαιτεῖν ἀπάγειν τε σφᾶς χειμεριοῦντας εἰς τοὺς ἰδίους τόπους, ἐπειδὴ τὰ περὶ τὴν πόλιν ἦν ἔρημα πάντα τῶν περὶ Ἀντίγονον προανεσκευασμένων, ἐκίνει τε τὸ στρατόπεδον καὶ ἀναχωρεῖν ἐπειρᾶτο.
298
Ἡρώδης δʼ ἐντυγχάνων τοῖς τε ὑπὸ τὸν Σίλωνα ἡγεμόσιν καὶ κατὰ πλῆθος τοῖς στρατιώταις ἐδεῖτο μὴ καταλιπεῖν αὐτὸν ὑπό τε Καίσαρος καὶ Ἀντωνίου καὶ τῆς συγκλήτου προπεμφθέντα· λύσειν γὰρ αὐθημερὸν αὐτῶν τὰς ἀπορίας.
299
καὶ μετὰ τὴν δέησιν [εὐθέως] ὁρμήσας αὐτὸς εἰς τὴν χώραν τοσαύτην αὐτοῖς ἐπιτηδείων ἀφθονίαν ἐκόμισεν, ὡς πάσας ἀποκόψαι τὰς Σίλωνος προφάσεις, εἴς τε τὰς ἑξῆς ἡμέρας μὴ διαλιπεῖν τὴν χορηγίαν προνοούμενος ἐπέστελλεν τοῖς περὶ Σαμάρειαν, ᾠκείωτο δʼ ἡ πόλις αὐτῷ, σῖτον καὶ οἶνον καὶ ἔλαιον καὶ βοσκήματα κατάγειν εἰς Ἱεριχοῦντα.
300
ταῦτʼ ἀκούσας Ἀντίγονος διέπεμψεν περὶ τὴν χώραν εἴργειν καὶ λοχᾶν τοὺς σιτηγοὺς κελεύων. οἱ δʼ ὑπήκουον, καὶ πολὺ πλῆθος ὁπλιτῶν ὑπὲρ τὴν Ἱεριχοῦντα συνηθροίσθη· διεκαθέζοντο δὲ ἐπὶ τῶν ὀρῶν παραφυλάσσοντες τοὺς τὰ ἐπιτήδεια ἐκκομίζοντας.
301
οὐ μὴν Ἡρώδης ἠρέμει, δέκα δὲ σπείρας ἀναλαβών, ὧν πέντε μὲν Ῥωμαίων πέντε δὲ Ἰουδαίων ἦσαν ἔχουσαι καὶ μισθοφόρους μιγάδας πρὸς οἷς ὀλίγους τῶν ἱππέων, ἐπὶ τὴν Ἱεριχοῦντα παραγίνεται, καὶ τὴν μὲν πόλιν καταλελειμμένην εὑρίσκει, πεντακοσίους δὲ τὰ ἄκρα κατειληφότας σὺν γυναιξὶν καὶ γενεαῖς.