Thesauros Edebiyat Tarih Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους

Ἰουδαϊκοῦ πολέμου πρὸς Ῥωμαίους Josephus, Flavius

Kitap 1

586 Τὰς δὲ δούλας χωρὶς ἑκάστην Ἡρώδης ἐβασάνιζεν. ἐρρήθη δὲ παρὰ πάσαις τὰ προειρημένα σύμφωνα, καὶ διότι κατὰ συνθήκην Ἀντίπατρος μὲν εἰς Ῥώμην, Φερώρας δʼ ὑποχωρήσειεν εἰς τὴν Περαίαν· πολλάκις γὰρ αὐτοὺς διαλαλεῖν, ὡς μετʼ Ἀλέξανδρον καὶ Ἀριστόβουλον ἐπʼ αὐτοὺς Ἡρώδης μεταβήσεται καὶ τὰς ἑαυτῶν γυναῖκας. οὐ γὰρ φείσεσθαι μετὰ Μαριάμμην καὶ τοὺς ἐξ ἐκείνης ἑτέρου τινός, ὥστε ἄμεινον εἶναι φεύγειν ὡς πορρωτάτω τοῦ θηρίου.
587 πολλάκις δὲ ἀποδυρόμενον πρὸς τὴν μητέρα τὸν Ἀντίπατρον εἰπεῖν, ὡς αὐτὸς μὲν εἴη πολιὸς ἤδη, νεάζοι δὲ καθʼ ἡμέραν ὁ πατήρ, φθάσαι δʼ ἂν τάχα καὶ τελευτήσας πρὶν ἄρξασθαι βασιλείας ἀληθοῦς. εἰ δὲ καί ποτε ἐκεῖνος τελευτήσειεν· πότε δʼ ἂν γένοιτο τοῦτο; παντάπασιν αὐτῷ τὴν ἀπόλαυσιν τῆς διαδοχῆς γίνεσθαι σύντομον.
588 ὑποβλαστάνειν δὲ τὰς τῆς ὕδρας κεφαλάς, τοὺς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου παῖδας. ἀφῃρῆσθαι δʼ αὐτὸν ὑπὸ τοῦ πατρὸς καὶ τὴν ἐπὶ τέκνοις ἐλπίδα· διάδοχον γὰρ οὐ τῶν αὐτοῦ τινα παίδων μετὰ τὴν τελευτήν, ἀλλὰ τὸν ἐκ Μαριάμμης Ἡρώδην γεγραφέναι. καὶ κατὰ τοῦτό γε παντάπασιν παραγηρᾶν οἰόμενον αὐτοῦ καὶ διαθήκας μενεῖν κυρίας· αὐτὸν γὰρ προνοήσειν μηδένα τῆς γενεᾶς ἀπολιπεῖν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi