Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
404 οἱ δὲ ταῦτʼ ἀκούσαντες καὶ δεδοικότες, μή τι χεῖρον ἔπαθον, τῆς μὲν ἐπὶ πλέον διώξεως ἀπέσχοντο, ὑπέστρεφον δὲ περὶ ἐμὲ λίαν ἀγωνιῶντες. μεταπεμψάμενος οὖν ἰατροὺς καὶ θεραπευθεὶς τὴν ἡμέραν ἐκείνην αὐτοῦ κατέμεινα πυρέξας, δόξαν τε τοῖς ἰατροῖς τῆς νυκτὸς εἰς Ταριχέας μετεκομίσθην.
405 Σύλλας δὲ καὶ οἱ μετʼ αὐτοῦ πυθόμενοι τὰ κατʼ ἐμὲ πάλιν ἐθάρρησαν, καὶ γνόντες ἀμελεῖσθαι τὰ περὶ τὴν φυλακὴν τοῦ στρατοπέδου διὰ νυκτὸς ἱππέων λόχον ἱδρύσαντες ἐν τῷ πέραν τοῦ Ἰορδάνου, γενομένης ἡμέρας εἰς μάχην ἡμᾶς προεκαλέσαντο.
406 τῶν δʼ ὑπακουσάντων καὶ μέχρι τοῦ πεδίου προελθόντων ἐπιφανέντες οἱ ἐκ τῆς ἐνέδρας ἱππεῖς καὶ ταράξαντες αὐτοὺς εἰς φυγὴν ἔτρεψαν ἕξ τε τῶν ἡμετέρων ἀπέκτειναν, οὐ μὴν μέχρι τέλους τὴν νίκην ἤγαγον· καταπεπλευκέναι γάρ τινας ὁπλίτας ἀκούσαντες ἀπὸ Ταριχεῶν εἰς Ἰουλιάδα φοβηθέντες ἀνεχώρησαν.
407 Μετʼ οὐ πολὺν δὲ χρόνον Οὐεσπασιανὸς εἰς Τύρον ἀφικνεῖται καὶ σὺν αὐτῷ ὁ βασιλεὺς Ἀγρίππας. καὶ οἱ Τύριοι βλασφημεῖν ἤρξαντο τὸν βασιλέα Τυρίων αὐτὸν καλοῦντες καὶ Ῥωμαίων πολέμιον· τὸν γὰρ στρατοπεδάρχην αὐτοῦ Φίλιππον ἔλεγον προδεδωκέναι τὴν βασιλικὴν αὐλὴν καὶ τὰς Ῥωμαίων δυνάμεις τὰς οὔσας ἐν Ἱεροσολύμοις κατὰ τὴν αὐτοῦ πρόσταξιν.
408 Οὐεσπασιανὸς δὲ ἀκούσας Τυρίοις μὲν ἐπέπληξεν ὑβρίζουσιν ἄνδρα καὶ βασιλέα καὶ Ῥωμαίοις φίλον, τῷ δὲ βασιλεῖ παρῄνεσεν πέμψαι Φίλιππον εἰς Ῥώμην ὑφέξοντα λόγον Νέρωνι περὶ τῶν πεπραγμένων.
409 Φίλιππος δὲ πεμφθεὶς οὐχ ἧκεν εἰς ὄψιν Νέρωνι· καταλαβὼν γὰρ αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα διὰ τὰς ἐμπεσούσας ταραχὰς καὶ τὸν ἐμφύλιον πόλεμον ὑπέστρεψε πρὸς τὸν βασιλέα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi