Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
 
Ἰερεμίαν δὲ καὶ αὐτὸν ἐκ τῶν φίλων μου μεθʼ ἑξακοσίων ὁπλιτῶν εἰς τὴν μεθόριον τῆς Γαλιλαίας ἔπεμψα τὰς ἀπὸ ταύτης εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν ὁδοὺς παραφυλάξοντα, πρόσταγμα δοὺς κἀκείνῳ τοὺς μετʼ ἐπιστολῶν ὁδεύοντας συλλαμβάνειν καὶ τοὺς μὲν ἄνδρας ἐν δεσμοῖς ἐπὶ τόπου φυλάττειν, τὰ δὲ γράμματα πρὸς ἐμὲ διαπέμπειν.
 
Ταῦτα τοῖς πεμπομένοις ἐντειλάμενος Γαλιλαίοις διήγγειλα κελεύων εἰς τὴν ἐπιοῦσαν ἀναλαβόντας τὰ ὅπλα καὶ τριῶν ἡμερῶν τροφὴν εἰς Γαβαρὼθ κώμην παραγενέσθαι πρός με. τῶν δὲ περὶ ἐμὲ ὁπλιτῶν μοίρας τέτταρας νείμας τοὺς πιστοτάτους αὐτῶν περὶ τὴν τοῦ σώματος φυλακὴν ἔταξα, ταξιάρχους αὐτοῖς ἐπιστήσας καὶ φροντίζειν κελεύσας ὑπὲρ τοῦ μηδένα στρατιώτην ἄγνωστον αὐτοῖς συναναμίγνυσθαι.
 
τῇ δʼ ἐπιούσῃ περὶ πέμπτην ὥραν ἐν Γαβαρὼθ γενόμενος εὑρίσκω πᾶν τὸ πεδίον τὸ πρὸ τῆς κώμης ὁπλιτῶν πλῆρες τῶν ἐκ τῆς Γαλιλαίας ἐπὶ τὴν συμμαχίαν παρόντων, ὡς αὐτοῖς παρηγγέλκειν· πολὺς δὲ καὶ ἄλλος ἐκ τῶν κωμῶν ὄχλος συνέτρεχεν.
 
ἐπεὶ δὲ καταστὰς εἰς αὐτοὺς λέγειν ἠρξάμην, ἐβόων ἅπαντες εὐεργέτην καὶ σωτῆρα τῆς χώρας αὐτῶν καλοῦντες. κἀγὼ χάριν αὐτοῖς ἔχειν ὁμολογήσας συνεβούλευον πρὸς μηδένα μήτε πολεμεῖν μήτε ἁρπαγῇ μολύνειν τὰς χεῖρας, ἀλλὰ σκηνοῦν κατὰ τὸ πεδίον ἀρκουμένους τοῖς ἑαυτῶν ἐφοδίοις· θέλειν γὰρ ἔφασκον τὰς ταραχὰς χωρὶς φόνων καταστεῖλαι.
 
συνέβη δʼ αὐθημερὸν εἰς τὰς ὑπʼ ἐμοῦ κατασταθείσας τῶν ὁδῶν φυλακὰς τοὺς παρὰ τοῦ Ἰωνάθου πεμφθέντας μετὰ τῶν ἐπιστολῶν ἐμπεσεῖν. καὶ οἱ μὲν ἄνδρες ἐφυλάχθησαν ἐπὶ τῶν τόπων, ὡς παρήγγειλα, τοῖς δὲ γράμμασιν ἐντυχὼν πλήρεσι βλασφημιῶν καὶ ψευσμάτων, οὐδενὶ ταῦτα φράσας ὁρμᾶν ἐπʼ αὐτοὺς διενοούμην.
 
Ἀκούσαντες δὲ οἱ περὶ τὸν Ἰωνάθην περὶ τῆς ἐμῆς ἀφίξεως τοὺς ἰδίους πάντας ἀναλαβόντες καὶ τὸν Ἰωάννην ὑπεχώρησαν εἰς τὴν Ἰησοῦ οἰκίαν· βᾶρις δʼ ἦν αὕτη μεγάλη καὶ οὐδὲν ἀκροπόλεως ἀποδέουσα. κρύψαντες οὖν λόχον ὁπλιτῶν ἐν αὐτῇ καὶ τὰς ἄλλας ἀποκλείσαντες θύρας, μίαν δὲ ἀνοίξαντες, προσεδόκων ἥκειν ἐκ τῆς ὁδοῦ με πρὸς αὐτοὺς ἀσπασόμενον.
 
καὶ δὴ διδόασιν ἐντολὰς τοῖς ὁπλίταις, ἐπειδὰν παραγένωμαι, μόνον εἰσελθεῖν ἐᾶσαι τοὺς ἄλλους ἀπείρξαντας· οὕτως γὰρ ᾤοντό με γενήσεσθαι ῥᾳδίως αὐτοῖς ὑποχείριον.
 
ἐψεύσθησαν δὲ τῆς ἐλπίδος· ἐγὼ γὰρ τὴν ἐπιβουλὴν προαισθόμενος, ὡς ἐκ τῆς ὁδοῦ παρεγενόμην καταλύσας ἄντικρυς αὐτῶν καθεύδειν ἐσκηπτόμην.
 
καὶ οἱ περὶ τὸν Ἰωνάθην ὑπολαμβάνοντες ὄντως ἀναπαύεσθαί με καθυπνωμένον ὥρμησαν καταβάντες εἰς τὸ πλῆθος μεταπείθειν αὐτοὺς ὡς ἐμοῦ κακῶς στρατηγοῦντος.
 
τἀναντία δὲ αὐτοῖς συνέπεσεν· ὀφθέντων γὰρ εὐθὺς ἐγένετο βοὴ παρὰ τῶν Γαλιλαίων πρὸς ἐμὲ τὸν στρατηγὸν εὐνοίας ἀξία, κατάμεμψίν τε ἐποιοῦντο τῶν περὶ τὸν Ἰωνάθην, ὅτι πάρεισιν οὐδὲν μὲν αὐτοὶ κακὸν προπεπονθότες, ἀνατρέψοντες δὲ τὰ ἐκείνων πράγματα, καὶ παρεκελεύοντο ἀπιέναι· μὴ γὰρ ἄν ποτε μεταπεισθῆναι προστάτην ἕτερον ἀντʼ ἐμοῦ λαβεῖν.
 
τούτων ἀπαγγελθέντων μοι προελθεῖν εἰς μέσους οὐκ ὤκνησα. κατέβαινον οὖν εὐθέως, αὐτὸς τί λέγουσιν οἱ περὶ τὸν Ἰωνάθην ἀκουσόμενος. προελθόντος δέ μου κρότος παρὰ παντὸς τοῦ πλήθους εὐθὺς ἦν καὶ μετʼ εὐφημιῶν ἐπιβοήσεις χάριν ἔχειν ὁμολογούντων τῇ ʼμῇ στρατηγίᾳ.
 
Ταῦτα δʼ οἱ περὶ τὸν Ἰωνάθην ἀκούοντες ἐφοβήθησαν, μὴ καὶ κινδυνεύσωσιν ἀποθανεῖν ἐπʼ αὐτοὺς ὁρμησάντων τῶν Γαλιλαίων κατὰ τὴν πρὸς ἐμὲ χάριν· δρασμὸν οὖν ἐπενόουν. μὴ δυνηθέντες δὲ ἀπελθεῖν, προσμεῖναι γὰρ αὐτοὺς ἠξίωσα, κατηφεῖς ἐστησάμενοι τῷ λόγῳ.
 
προστάξας οὖν τῷ μὲν πλήθει τὰς εὐφημίας ἐπισχεῖν, καὶ τῶν ὁπλιτῶν τοὺς πιστοτάτους ταῖς ὁδοῖς ἐπιστήσας ὑπὲρ τοῦ φρουρεῖν, μὴ ἀπροσδοκήτως ἡμῖν ὁ Ἰωάννης ἐπιπέσῃ, παραινέσας δὲ καὶ τοῖς Γαλιλαίοις ἀναλαβεῖν τὰ ὅπλα, μὴ πρὸς τὴν ἔφοδον τῶν πολεμίων, ἐὰν γένηταί τις αἰφνίδιος ταραχθῶσιν, πρῶτον τῆς ἐπιστολῆς τοὺς περὶ τὸν Ἰωνάθην ὑπεμίμνησκον,
 
ὃν τρόπον γράψειαν ὑπὸ τοῦ κοινοῦ τῶν Ἱεροσολυμιτῶν πεπέμφθαι διαλύσοντές μου τὰς πρὸς τὸν Ἰωάννην φιλονεικίας, ὡς παρακαλέσειάν τέ με πρὸς αὐτοὺς ἀφικέσθαι.
 
καὶ ταῦτα διεξιὼν τὴν ἐπιστολὴν εἰς μέσους προύτεινον, ἵνα μηδὲν ἀρνήσασθαι δυνηθῶσιν ἐλεγχόντων αὐτοὺς τῶν γραμμάτων.
 
καὶ μήν, ἔφην, Ἰωνάθη ὑμεῖς τε οἱ συμπρέσβεις, εἰ πρὸς Ἰωάννην κρινόμενος ὑπὲρ τοῦ παραστῆσαι τὸν ἐμαυτοῦ βίον δύο τινὰς ἢ τρεῖς μάρτυρας καλοὺς κἀγαθοὺς ἤγαγον, δῆλον ὡς ἀνάγκην ἂν εἴχετε προεξετάσαντες καὶ τοὺς τούτων βίους ἀπαλλάξαι με τῶν ἐγκλημάτων.
 
ἵνʼ οὖν γνῶτε καλῶς πεπρᾶχθαί μοι τὰ κατὰ τὴν Γαλιλαίαν, τρεῖς μὲν μάρτυρας ὀλίγους εἶναι νομίζω τῷ καλῶς βεβιωκότι, τούτους δὲ πάντας ὑμῖν δίδωμι.
 
παρὰ τούτων οὖν πύθεσθε, τίνα τρόπον ἐβίωσα, εἰ μετὰ πάσης σεμνότητος καὶ πάσης ἀρετῆς ἐνθάδε πεπολίτευμαι. καὶ δὴ ὁρκίζω ὑμᾶς, ὦ Γαλιλαῖοι, μηδὲν ἐπικρύψασθαι τῆς ἀληθείας, λέγειν δʼ ἐπὶ τούτων ὡς δικαστῶν, εἴ τι μὴ καλῶς πέπρακται.
 
Ταῦτʼ ἔτι λέγοντος κοιναὶ παρὰ πάντων ἐγένοντο φωναὶ καλούντων εὐεργέτην με καὶ σωτῆρα, καὶ περὶ μὲν τῶν πεπραγμένων ἐμαρτύρουν, περὶ δὲ τῶν πραχθησομένων παρεκάλουν, πάντες δʼ ὤμνυον ἀνυβρίστους μὲν ἔχειν τὰς γυναῖκας, λελυπῆσθαι δὲ μηδέποτε μηδὲν ὑπʼ ἐμοῦ.
 
μετὰ τοῦτο δύο τῶν ἐπιστολῶν, ἃς οἱ κατασταθέντες ὑπʼ ἐμοῦ φρουροὶ πεμφθείσας ὑπὸ τῶν περὶ τὸν Ἰωνάθην ἑλόντες ἀπεστάλκεισαν πρὸς ἐμέ, παρανεγίνωσκον τοῖς Γαλιλαίοις πολλῶν βλασφημιῶν πλήρεις καὶ καταψευδομένας, ὅτι τυραννίδι μᾶλλον ἢ στρατηγίᾳ χρῶμαι κατʼ αὐτῶν.
 
ἕτερά τε πολλὰ πρὸς τούτοις ἐνεγέγραπτο μηδὲν παραλιπόντων ἀναισχύντου ψευδολογίας. ἔφην δʼ ἐγὼ πρὸς τὸ πλῆθος τὰ γράμματα λαβεῖν δόντων ἑκουσίως τῶν κομιζόντων· οὐ γὰρ ἐβουλόμην αὐτοὺς τὰ περὶ τὰς φρουρὰς τοὺς ἐναντίους εἰδέναι, μὴ δείσαντες τοῦ γράφειν ἀποστῶσιν.
 
Ταῦτʼ ἀκοῦσαν τὸ πλῆθος σφόδρα παροξυνθὲν ἐπὶ τὸν Ἰωνάθην ὥρμα καὶ τοὺς σὺν αὐτῷ συμπαρόντας ὡς διαφθεροῦντες· κἂν ἐπεπράχεισαν τὸ ἔργον, εἰ μὴ τοὺς μὲν Γαλιλαίους ἔπαυσα τῆς ὀργῆς, τοῖς περὶ τὸν Ἰωνάθην δʼ ἔφην συγγινώσκειν τῶν ἤδη πεπραγμένων, εἰ μέλλοιεν μετανοήσειν καὶ πορευθέντες εἰς τὴν πατρίδα λέγοιεν τοῖς πέμψασι τἀληθῆ περὶ τῶν ἐμοὶ πεπολιτευμένων.
 
ταῦτʼ εἰπὼν ἀπέλυον αὐτοὺς καίτοι γιγνώσκων, ὅτι μηδὲν ὧν ὑπέσχοντο ποιήσουσιν. τὸ πλῆθος δʼ εἰς ὀργὴν ἐξεκαίετο κατʼ αὐτῶν κἀμὲ παρεκάλουν ἐπιτρέπειν αὐτοῖς τιμωρήσασθαι τοὺς τοιαῦτα τολμήσαντας.
 
παντοῖος μὲν [οὖν] ἐγινόμην πείθων αὐτοὺς φείσασθαι τῶν ἀνδρῶν· πᾶσαν γὰρ ᾔδειν στάσιν ὄλεθρον οὖσαν τοῦ κοινῇ συμφέροντος· τὸ δὲ πλῆθος ἔσχεν τὴν κατʼ αὐτῶν ὀργὴν ἀμετάβλητον, καὶ πάντες ὥρμησαν ἐπὶ τὴν οἰκίαν, ἐν ᾗ κατήγοντο οἱ περὶ τὸν Ἰωνάθην.
 
ἐγὼ δὲ συνορῶν τὴν ὁρμὴν οὖσαν αὐτῶν ἀνεπίσχετον ἀναπηδήσας ἐφʼ ἵππον ἐκέλευσα τοῖς πλήθεσιν πρὸς Σωγάνην κώμην ἕπεσθαι Γαβάρων ἀπέχουσαν εἴκοσι στάδια. καὶ τοιούτῳ στρατηγήματι χρησάμενος παρέσχον ἐμαυτῷ τὸ μὴ δοκεῖν ἐμφυλίου πολέμου κατάρχειν.
 
Ἐπεὶ δὲ περὶ τὰς Σωγανέας ἐγενόμην, ἐπιστήσας τὸ πλῆθος καὶ παραινέσει χρησάμενος περὶ τοῦ μὴ πρὸς τὰς ὀργὰς καὶ ταῦτʼ ἐπʼ ἀνηκέστοις τιμωρίαις ὀξέως φέρεσθαι, κελεύω τοὺς καθʼ ἡλικίαν ἤδη προβεβηκότας καὶ πρώτους παρʼ αὐτοῖς ἑκατὸν ἄνδρας ὡς πορευσομένους εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν εὐτρεπίζεσθαι, μέμψιν ποιησομένους ἐπὶ τοῦ δήμου τῶν τὴν χώραν διαστασιαζόντων.
 
καὶ ἐὰν ἐπικλασθῶσιν, ἔφην, πρὸς τοὺς λόγους ὑμῶν, παρακαλέσατε τὸ κοινὸν γράψαι πρὸς ἐμὲ μένειν κελεύοντας ἐπὶ τῆς Γαλιλαίας,
 
τοὺς δὲ περὶ τὸν Ἰωνάθην ἀναχωρεῖν ἐκεῖθεν. ταύτας αὐτοῖς τὰς ὑποθήκας δοὺς ἐναρμοσαμένων τε ταχέως ἐκείνων ἡμέρᾳ τρίτῃ μετὰ τὴν ἐκκλησίαν τὴν ἀποστολὴν ἐποιησάμην, συμπέμψας ὁπλίτας πεντακοσίους.
 
ἔγραψα δὲ καὶ τοῖς ἐν Σαμαρείᾳ φίλοις προνοήσασθαι τοῦ ἀσφαλῆ γενέσθαι τὴν πορείαν αὐτοῖς· ἤδη γὰρ ὑπὸ Ῥωμαίοις ἦν ἡ Σαμάρεια καὶ πάντως ἔδει τοὺς ταχὺ βουλομένους ἀπελθεῖν διʼ ἐκείνης πορεύεσθαι· τρισὶν [γὰρ] ἡμέραις ἀπὸ Γαλιλαίας ἔνεστιν οὕτως εἰς Ἱεροσόλυμα καταλῦσαι.
 
συμπαρέπεμψα δὲ τοὺς πρέσβεις κἀγὼ μέχρι τῶν τῆς Γαλιλαίας ὅρων φύλακας ἐπιστήσας ταῖς ὁδοῖς ὑπὲρ τοῦ μὴ ῥᾳδίως τινὰ μαθεῖν ἀπαλλαττομένους. καὶ ταῦτα πράξας ἐν Ἰάφοις τὴν διατριβὴν ἐποιούμην.
 
Οἱ δὲ περὶ τὸν Ἰωνάθην διαμαρτόντες τῆς κατʼ ἐμοῦ πράξεως Ἰωάννην ἀπέλυσαν εἰς τὰ Γίσχαλα, αὐτοὶ δʼ εἰς τὴν Τιβεριέων πόλιν πεπόρευντο λήψεσθαι προσδοκῶντες αὐτὴν ὑποχείριον, ἐπειδὴ καὶ Ἰησοῦς κατὰ τὸν καιρὸν τοῦτον ἐγεγράφει πρὸς αὐτοὺς πείσειν ἐπαγγελλόμενος τὸ πλῆθος ἐλθόντας ὑποδέχεσθαι καὶ αὐτοῖς ἑλέσθαι προστεθῆναι.
 
ἐκεῖνοι μὲν οὖν ἐπὶ τοιαύταις ἐλπίσιν ἀπῆλθον, ἀπαγγέλλει δέ μοι ταῦτα Σίλας διὰ γραμμάτων, ὃν ἔφην τῆς Τιβεριάδος ἐπιμελητὴν καταλελοιπέναι, καὶ σπεύδειν ἠξίου. κἀγὼ ταχέως ὑπακούσας αὐτῷ καὶ παραγενόμενος εἰς κίνδυνον ἀπωλείας κατέστην ἐξ αἰτίας τοιαύτης.
 
οἱ περὶ τὸν Ἰωνάθην γενόμενοι παρὰ τοῖς Τιβεριεῦσιν καὶ πολλοὺς πείσαντες ἀποστῆναί μου διαφόρους ὄντας, ὡς ἤκουσαν τὴν ἐμὴν παρουσίαν, δείσαντες περὶ ἑαυτῶν ἧκον πρὸς ἐμέ, καὶ ἀσπασάμενοι μακαρίζειν ἔλεγον οὕτως περὶ τὴν Γαλιλαίαν ἀναστραφέντα, συνήδεσθαί τε διὰ τιμῆς ἀγομένῳ·
 
κόσμον γὰρ ἑαυτῶν εἶναι τὴν ἐμὴν δόξαν ἔφασαν, ὡς ἂν διδασκάλων τέ μου γενομένων καὶ πολιτῶν ὄντων, δικαιοτέραν τε τῆς Ἰωάννου τὴν ἐμὴν πρὸς αὐτοὺς φιλίαν ὑπάρχειν ἔλεγον, καὶ σπεύδειν μὲν εἰς τὴν οἰκείαν ἀπελθεῖν, περιμένειν δʼ ἕως ὑποχείριον τὸν Ἰωάννην ἐμοὶ ποιήσωσιν.
 
καὶ ταῦτα λέγοντες ἐπώμοσαν τοὺς φρικωδεστάτους ὅρκους παρʼ ἡμῖν, διʼ οὓς ἀπιστεῖν οὐ θεμιτὸν ἡγούμην. καὶ δὴ παρακαλοῦσίν με τὴν κατάλυσιν ἀλλαχοῦ ποιήσασθαι διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν εἶναι σάββατον· ὀχλεῖσθαι δὲ μὴ δεῖν ὑπʼ αὐτῶν τὴν πόλιν τῶν Τιβεριέων ἔφασκον.
 
Κἀγὼ μηδὲν ὑπονοήσας ἐς τὰς Ταριχέας ἀπῆλθον καταλιπὼν ὅμως ἐν τῇ πόλει τοὺς πολυπραγμονήσοντας, τί περὶ ἡμῶν λέγοιτο. διὰ πάσης δὲ τῆς ὁδοῦ τῆς ἀπὸ Ταριχεῶν εἰς Τιβεριάδα φερούσης ἐπέστησα πολλούς, ἵνα μοι διʼ ἀλλήλων σημαίνωσιν ἅπερ ἂν παρὰ τῶν ἐν τῇ πόλει καταλειφθέντων πύθωνται.
 
κατὰ τὴν ἐπιοῦσαν οὖν ἡμέραν συνάγονται πάντες εἰς τὴν προσευχὴν μέγιστον οἴκημα καὶ πολὺν ὄχλον ἐπιδέξασθαι δυνάμενον. εἰσελθὼν δὲ ὁ Ἰωνάθης φανερῶς μὲν περὶ τῆς ἀποστάσεως οὐκ ἐτόλμα λέγειν, ἔφη δὲ στρατηγοῦ κρείττονος χρείαν τὴν πόλιν αὐτῶν ἔχειν.
 
Ἰησοῦς δʼ ὁ ἄρχων οὐδὲν ὑποστειλάμενος ἀναφανδὸν εἶπεν· ἄμεινόν ἐστιν, ὦ πολῖται, τέσσαρσιν ἡμᾶς ἀνδράσιν ὑπακούειν ἢ ἑνί, καὶ κατὰ γένος λαμπροῖς καὶ κατὰ σύνεσιν οὐκ ἀδόξοις. ὑπεδείκνυε δὲ τοὺς περὶ Ἰωνάθην.
 
ταῦτʼ εἰπόντα τὸν Ἰησοῦν ἐπῄνει παρελθὼν Ἰοῦστος καί τινας ἐκ τοῦ δήμου συνέπειθεν. οὐκ ἠρέσκετο δὲ τοῖς λεχθεῖσιν τὸ πλῆθος καὶ πάντως ἂν εἰς στάσιν ἐχώρησαν, εἰ μὴ τὴν σύνοδον διέλυσεν ἐπελθοῦσα ἕκτη ὥρα, καθʼ ἣν τοῖς σάββασιν ἀριστοποιεῖσθαι νόμιμόν ἐστιν ἡμῖν, καὶ οἱ περὶ τὸν Ἰωνάθην εἰς τὴν ἐπιοῦσαν ὑπερθέμενοι τὴν βουλὴν ἀπῄεσαν ἄπρακτοι.
 
εὐθὺς δέ μοι τούτων ἀπαγγελθέντων πρωῒ διέγνων εἰς τὴν Τιβεριέων πόλιν ἀφικέσθαι, καὶ τῇ ἐπιούσῃ περὶ τὴν ὥραν ἧκον ἀπὸ τῶν Ταριχεῶν, καταλαμβάνω δὲ συναγόμενον ἤδη τὸ πλῆθος εἰς τὴν προσευχήν· ἐφʼ ὅ τι δʼ ἦν αὐτοῖς ἡ σύνοδος οὐκ ἐγίνωσκον οἱ συλλεγόμενοι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi