374
ὁ δὲ Γάλλος ἐλεύσεσθαι μὲν ὑπέσχετο, πότε δὲ οὐ διεσάφησεν. κἀγὼ ταῦτα πυθόμενος, ἀναλαβὼν τοὺς σὺν ἐμοὶ στρατιώτας καὶ ὁρμήσας ἐπὶ τοὺς Σεπφωρίτας εἷλον αὐτῶν κατὰ κράτος τὴν πόλιν.
375
λαβόμενοι δʼ ἀφορμῆς οἱ Γαλιλαῖοι καὶ παρεῖναι τοῦ μίσους τὸν καιρὸν οὐ βουληθέντες, εἶχον γὰρ ἀπεχθῶς καὶ πρὸς ταύτην τὴν πόλιν, ὥρμησαν ὡς ἄρδην ἀφανίσοντες πάντας σὺν τοῖς ἐποίκοις.
376
εἰσδραμόντες οὖν ἐνεπίμπρασαν αὐτῶν τὰς οἰκίας ἐρήμους καταλαμβάνοντες· οἱ γὰρ ἄνθρωποι δείσαντες εἰς τὴν ἀκρόπολιν συνέφυγον· διήρπαζον δὲ πάντα καὶ τρόπον οὐδένα πορθήσεως κατὰ τῶν ὁμοφύλων παρελίμπανον.
377
ταῦτʼ ἐγὼ θεασάμενος σφόδρα διετέθην ἀνιαρῶς καὶ παύεσθαι προσέταττον αὐτοῖς, ὑπομιμνήσκων ὅτι τοιαῦτα δρᾶν ὁμοφύλους οὐκ ἔστιν ὅσιον.
378
ἐπεὶ δʼ οὔτε παρακαλοῦντος οὔτε προστάσσοντος ἤκουον, ἐνίκα δὲ τὸ μῖσος τὰς παραινέσεις, τοὺς πιστοτάτους τῶν περὶ ἐμὲ φίλων ἐκέλευσα διαδοῦναι λόγους, ὡς Ῥωμαίων μετὰ μεγάλης δυνάμεως κατὰ τὸ ἕτερον μέρος τῆς πόλεως εἰσβεβληκότων.
379
ταῦτα δʼ ἐποίουν ὑπὲρ τοῦ τῆς φήμης ἐμπεσούσης ἐπισχεῖν μὲν τῶν Γαλιλαίων τὰς ὁρμάς, διασῶσαι δὲ τὴν τῶν Σεπφωριτῶν πόλιν. καὶ τέλος προυχώρησε τὸ στρατήγημα·
380
τῆς γὰρ ἀγγελίας ἀκούσαντες ἐφοβήθησαν ὑπὲρ αὑτῶν· καὶ καταλιπόντες τὰς ἁρπαγὰς ἔφευγον, μάλιστα δʼ, ἐπεὶ κἀμὲ τὸν στρατηγὸν ἑώρων ταῦτα ποιοῦντα· πρὸς γὰρ τὸ πιστὸν τῆς φήμης ἐσκηπτόμην ὁμοίως αὐτοῖς διατεθεῖσθαι. Σεπφωρῖται δὲ παρʼ ἐλπίδα τὴν ἑαυτῶν ὑπὸ τοῦ ἐμοῦ σοφίσματος ἐσώθησαν.