πεισθέντων οὖν αὐτῶν καὶ πρὸς τὴν ἔξοδον εὐτρεπισθέντων ἐξῄεσαν οἱ περὶ τὸν Ἰωνάθην σὺν τούτοις ἐπαγόμενοι καὶ τὸν ἀδελφὸν τοῦ Ἰωάννου καὶ ὁπλίτας ἑκατόν,
λαβόντες ἐντολὰς παρὰ τῶν πεμψάντων, εἰ μὲν ἑκὼν καταθείμην τὰ ὅπλα, ζῶντα πέμπειν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, εἰ δʼ ἀντιτασσοίμην, ἀποκτεῖναι μηδὲν δεδιότας· αὐτῶν γὰρ εἶναι τὸ πρόσταγμα.
ἐγεγράφεισαν δὲ καὶ τῷ Ἰωάννῃ πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον ἑτοιμάζεσθαι, τοῖς τε Σέπφωριν καὶ Γάβαρα κατοικοῦσιν καὶ Τιβεριεῦσιν προσέταττον συμμαχίαν τῷ Ἰωάννῃ πέμπειν.
Ταῦτά μοι τοῦ πατρὸς γράψαντος, ἐξεῖπε δὲ πρὸς αὐτὸν Ἰησοῦς ὁ τοῦ Γαμαλᾶ τῶν ἐν αὐτῇ τῇ βουλῇ γενομένων εἷς, φίλος ὢν καὶ συνήθης ἐμοί, σφόδρα περιήλγησα τούς τε πολίτας οὕτως περὶ ἐμὲ γενομένους ἀχαρίστους ἐπιγνοὺς διὰ φθόνον ἀναιρεθῆναί με προστάξαι, καὶ τῷ τὸν πατέρα διὰ τῶν γραμμάτων πολλά με παρακαλεῖν ἀφικέσθαι πρὸς αὐτόν· ποθεῖν γὰρ ἔφη θεάσασθαι τὸν υἱὸν πρὸ τοῦ τελευτῆσαι.
ταῦτα δὴ πρὸς τοὺς φίλους εἶπον καὶ ὅτι μετὰ τρίτην ἡμέραν καταλιπὼν τὴν χώραν αὐτῶν εἰς τὴν πατρίδα πορευσοίμην. λύπη δʼ ἅπαντας τοὺς κἀκούσαντας κατέσχε παρεκάλουν τε κλαίοντες μὴ ἐγκαταλιπεῖν αὐτοὺς ἀπολουμένους, εἰ τῆς ἐμῆς στρατηγίας ἀποστερηθεῖεν.
οὐ κατανεύοντος δέ μου ταῖς ἱκετείαις αὐτῶν, ἀλλὰ περὶ τῆς ἐμαυτοῦ φροντίζοντος σωτηρίας, δείσαντες οἱ Γαλιλαῖοι, μὴ ἀπελθόντος εὐκαταφρόνητοι τοῖς λῃσταῖς γένοιντο, πέμπουσιν εἰς τὴν Γαλιλαίαν ἅπασαν τοὺς σημανοῦντας τὴν ἐμὴν γνώμην περὶ τῆς ἀπαλλαγῆς.
πολλοὶ δὲ καὶ πανταχόθεν συνήχθησαν, ὡς ἤκουσαν, μετὰ γυναικῶν καὶ τέκνων, οὐ πόθῳ, δοκῶ μοι, τῷ πρὸς ἐμὲ μᾶλλον ἢ τῷ περὶ αὐτῶν δέει τοῦτο πράττοντες· ἐμοῦ γὰρ παραμένοντος πείσεσθαι κακὸν οὐδὲν ὑπελάμβανον. ἧκον οὖν πάντες εἰς τὸ μέγα πεδίον, ἐν ᾧ διέτριβον· Ἀσωχίς ἐστιν ὄνομα αὐτῷ.
Διὰ δὲ τῆς νυκτὸς ἐκείνης θαυμάσιον οἷον ὄνειρον ἐθεασάμην· ἐπεὶ γὰρ εἰς κοίτην ἐτραπόμην διὰ τὰ γραφέντα λυπούμενος καὶ τεταραγμένος,
ἔδοξά τινα λέγειν ἐπιστάντα μοι, παῦσαι τὴν ψυχήν, ὦ οὗτος, ἀλγῶν, παντὸς δʼ ἀπαλλάσσου φόβου· τὰ γὰρ λυποῦντά σε μέγιστον ποιήσει καὶ ἐν πᾶσιν εὐτυχέστατον, κατορθώσεις δʼ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ πολλὰ ἕτερα. μὴ κάμνε δή,
μέμνησο δʼ ὅτι καὶ Ῥωμαίοις δεῖ σε πολεμῆσαι. τοῦτον δὲ τὸν ὄνειρον θεασάμενος διανίσταμαι καταβῆναι προθυμούμενος εἰς τὸ πεδίον. πρὸς δὲ τὴν ἐμὴν ὄψιν πᾶν τὸ πλῆθος τῶν Γαλιλαίων, ἦσαν δʼ ἐν αὐτοῖς γυναῖκές τε καὶ παῖδες, ἐπὶ στόμα ῥίψαντες ἑαυτοὺς καὶ δακρύοντες ἱκέτευον μὴ σφᾶς ἐγκαταλιπεῖν τοῖς πολεμίοις, μηδʼ ἀπελθεῖν ἐάσαντα τὴν χώραν αὐτῶν ἐνύβρισμα τοῖς ἐχθροῖς ἐσομένην.
ὡς δὲ ταῖς δεήσεσιν οὐκ ἔπειθον, κατηνάγκαζον ὅρκοις μένειν παρʼ ἑαυτοῖς ἐλοιδοροῦντό τε τῷ δήμῳ πολλὰ τῶν Ἱεροσολυμιτῶν ὡς εἰρηνεύεσθαι τὴν χώραν αὐτῶν οὐκ ἐῶντι.
Ταῦτα δὴ καὶ ἐπακούων αὐτῶν καὶ βλέπων τοῦ πλήθους τὴν κατήφειαν ἐκλάσθην πρὸς ἔλεον, ἄξιον εἶναι νομίζων ὑπὲρ τοσούτου πλήθους καὶ προδήλους κινδύνους ὑπομένειν. κατανεύω δὴ μένειν, καὶ πεντακισχιλίους ἐξ αὐτῶν ὁπλίτας ἥκειν κελεύσας ἔχοντας ἑαυτοῖς τροφὰς ἐπὶ τὰς οἰκήσεις διαφῆκα τοὺς ἄλλους.
ἐπεὶ δὲ οἱ πεντακισχίλιοι παρεγένοντο, τούτους ἀναλαβὼν καὶ τρισχιλίους τοὺς σὺν ἐμαυτῷ στρατιώτας, ἱππεῖς δʼ ὀγδοήκοντα, τὴν πορείαν εἰς Χαβωλὼ κώμην Πτολεμαΐδος μεθόριον οὖσαν ἐποιησάμην, κἀκεῖ τὰς δυνάμεις συνεῖχον ἑτοιμάζεσθαι σκηπτόμενος ἐπὶ τὸν πρὸς Πλάκιδον πόλεμον.
ἀφίκετο δʼ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵνʼ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολεμαΐδος. βαλλομένου δʼ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πόλεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους ἀποσχών.
πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δʼ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν· ὁ γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο· τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.
Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σίμωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν διʼ ἐνέδρας ἐπεβούλευεν· φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα.
γράφει δὲ πρός με τοιαύτην ἐπιστολήν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ πεμφθέντες ὑπὸ τῶν Ἱεροσολυμιτῶν Ἰωσήπῳ χαίρειν. ἡμεῖς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις πρώτων ἀκουσάντων τὸν ἀπὸ Γισχάλων Ἰωάννην ἐπιβεβουλευκέναι σοι πολλάκις ἐπέμφθημεν ἐπιπλήξοντες αὐτῷ καὶ παραινέσοντες εἰς τὸ λοιπὸν ὑπακούειν σοι.
βουλεύσασθαι δὲ σὺν σοὶ θέλοντες περὶ τῶν κοινῇ πρακτέων παρακαλοῦμεν ἥκειν θᾶττον πρὸς ἡμᾶς μὴ μετὰ πολλῶν· οὐδὲ γὰρ ἡ κώμη δύναιτʼ ἂν στρατιωτῶν πλῆθος ἐπιδέξασθαι.
ταῦτα δʼ ἔγραφον προσδοκῶντες δυοῖν θάτερον, ἢ ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξουσιν ὑποχείριον, ἢ πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον.
ἧκεν δέ μοι τὴν ἐπιστολὴν ἱππεὺς κομίζων θρασὺς ἄλλως νεανίας τῶν παρὰ βασιλεῖ ποτε στρατευσαμένων. ἦν δʼ ὥρα νυκτὸς ἤδη δευτέρα, καθʼ ἣν ἐτύγχανον μετὰ τῶν φίλων καὶ τῶν τῆς Γαλιλαίας πρώτων ἑστιώμενος.
οὗτος δὴ προσαγγείλαντος οἰκέτου μοι ἥκειν τινὰ ἱππέα Ἰουδαῖον, εἰσκληθεὶς ἐμοῦ κελεύσαντος ἠσπάσατο μὲν οὐδʼ ὅλως, τὴν δὲ ἐπιστολὴν προτείνας, ταύτην, εἶπεν, οἱ ἐξ Ἱεροσολύμων ἥκοντες πεπόμφασί σοι. γράφε δὴ τάχιστα καὶ σύ· καὶ
γὰρ ἐπείγομαι πρὸς αὐτοὺς ὑποστρέφειν. οἱ μὲν οὖν κατακείμενοι τὴν τοῦ στρατιώτου τόλμαν ἐθαύμασαν, ἐγὼ δὲ καθέζεσθαι παρεκάλουν καὶ συνδειπνεῖν ἡμῖν. ἀρνησαμένου δὲ τὴν μὲν ἐπιστολὴν μετὰ χεῖρας εἶχον ὡς ἐδεξάμην, πρὸς δὲ τοὺς φίλους περὶ πραγμάτων ἑτέρων τὴν ὁμιλίαν ἐποιούμην.
μετʼ οὐ πολλὴν δʼ ὥραν ἐξαναστὰς καὶ τοὺς μὲν ἄλλους ἀπολύσας ἐπὶ κοίτην, τέσσαρας δέ μοι μόνον τῶν ἀναγκαίων φίλων προσμεῖναι κελεύσας καὶ τῷ παιδὶ προστάξας οἶνον ἑτοιμάσαι, τὴν ἐπιστολὴν ἀναπτύξας μηδενὸς ἐμβλέποντος κἀξ αὐτῆς ταχὺ συνεὶς τὴν τῶν γεγραμμένων ἐπίνοιαν, πάλιν αὐτὴν ἐσημηνάμην.
καὶ ὡς μὴ προανεγνωκώς, ἀλλὰ μετὰ χεῖρας αὐτὴν ἔχων, προσέταξα τῷ στρατιώτῃ δραχμὰς εἴκοσι ἐφόδιον δοθῆναι. τοῦ δὲ λαβόντος καὶ χάριν ἔχειν φήσαντος συνεὶς τὴν αἰσχροκέρδειαν αὐτοῦ καὶ ὡς ταύτῃ μάλιστά ἐστιν ἁλώσιμος, ἀλλʼ εἰ συμπιεῖν ἡμῖν, ἔφην, θελήσειας, λήψει κατὰ κύαθον δραχμὴν μίαν. ὁ δʼ ἄσμενος ὑπήκουσεν,
καὶ πολὺν τὸν οἶνον προσφερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλʼ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον παρʼ αὐτοῖς.
ταῦτʼ ἀκούσας ἀντιγράφω τὸν τρόπον τοῦτον· Ἰώσηπος Ἰωνάθῃ καὶ τοῖς σὺν αὐτῷ χαίρειν. ἐρρωμένους ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἥκειν πυθόμενος ἥδομαι, μάλιστα δʼ ὅτι δυνήσομαι παραδοὺς ὑμῖν τὴν τῶν ἐνθάδε πραγμάτων ἐπιμέλειαν εἰς τὴν πατρίδα πορευθῆναι· τοῦτο γὰρ καὶ πάλαι ποιεῖν ἤθελον.
ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων, συγγνώμης δὲ τυχεῖν ἀξιῶ μὴ δυνάμενος τοῦτο ποιῆσαι παραφυλάσσων ἐν Χαβωλὼ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι διʼ ἐννοίας ἔχοντα. ἥκετε οὖν ὑμεῖς πρός με τὴν ἐπιστολὴν ἀναγνόντες. ἔρρωσθε.
Ταῦτα γράψας δοὺς τῷ στρατιώτῃ φέρειν συνεξέπεμψα τριάκοντα τῶν Γαλιλαίων δοκιμωτάτους, ὑποθέμενος αὐτοῖς ἀσπάσασθαι μὲν ἐκείνους, ἕτερον δὲ μηδὲν λέγειν. ἔταξα δὲ καθʼ ἕκαστον αὐτῶν πιστῶν ὁπλιτῶν ἕνα παραφυλάξοντα, μή τις τοῖς πεμφθεῖσιν ὑπʼ ἐμοῦ πρὸς τοὺς περὶ τὸν Ἰωνάθην ὁμιλία γένηται.
καὶ οἱ μὲν ἐπορεύθησαν. οἱ δὲ περὶ τὸν Ἰωνάθην τῆς πρώτης πείρας ἁμαρτόντες ἑτέραν ἐπιστολήν μοι τοιαύτην ἔπεμψαν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ Ἰωσήπῳ χαίρειν. παραγγέλλομέν σοι χωρὶς ὁπλιτῶν εἰς τρίτην παραγενέσθαι πρὸς ἡμᾶς εἰς Γαβαρὼθ κώμην, ἵνα διακούσωμεν τῶν πρὸς Ἰωάννην ἐγκλημάτων σοι γεγονότων. ταῦτα γράψαντες καὶ ἀσπασάμενοι τοὺς Γαλιλαίους,
οὓς πεπόμφειν, ἀφίκοντο εἰς Ἰαφὰν κώμην μεγίστην οὖσαν τῶν ἐν τῇ Γαλιλαίᾳ, τείχεσιν ὀχυρωτάτην καὶ πολλῶν οἰκητόρων μεστήν. ὑπηντίαζεν δὲ τὸ πλῆθος αὐτοὺς μετὰ γυναικῶν καὶ τέκνων καὶ κατεβόων κελεύοντες ἀπιέναι καὶ μὴ φθονεῖν αὐτοῖς ἀγαθοῦ τοῦ στρατηγοῦ.
παρηρεθίζοντο δὲ ταῖς φωναῖς οἱ περὶ τὸν Ἰωνάθην, καὶ φανεροῦν μὲν τὴν ὀργὴν οὐκ ἐτόλμων, οὐκ ἀξιώσαντες δʼ αὐτοὺς ἀποκρίσεως εἰς τὰς ἄλλας κώμας ἐπορεύοντο. ὅμοιαι δʼ ὑπήντων αὐτοῖς παρὰ πάντων αἱ καταβοήσεις μεταπείσειν αὐτοὺς βοώντων οὐδένα περὶ τοῦ μὴ στρατηγὸν ἔχειν Ἰώσηπον.
ἄπρακτοι δὲ παρὰ τούτων ἀπελθόντες οἱ περὶ τὸν Ἰωνάθην εἰς Σέπφωριν μεγίστην τῶν ἐν τῇ Γαλιλαίᾳ πόλιν ἀφικνοῦνται. οἱ δʼ ἐντεῦθεν ἄνθρωποι πρὸς Ῥωμαίους ταῖς γνώμαις ἀποβλέποντες, ἐκείνοις μὲν ὑπήντων, ἐμὲ δὲ οὔτε ἐπῄνουν οὔτʼ ἐβλασφήμουν.
παρὰ δὲ Σεπφωριτῶν εἰς Ἀσωχὶν καταβάντες οἱ ἐντεῦθεν παραπλησίως τοῖς Ἰαφηνοῖς κατεβόων αὐτῶν. οἱ δὲ τὴν ὀργὴν οὐκέτι κατασχόντες κελεύουσιν τοῖς μετʼ αὐτῶν ὁπλίταις τύπτειν ξύλοις τοὺς καταβοῶντας. κατὰ Γάβαρα δὲ γενομένους ὑπαντιάζει μετὰ τρισχιλίων ὁπλιτῶν ὁ Ἰωάννης.
ἐγὼ δʼ ἐκ τῆς ἐπιστολῆς ἤδη συνεικώς, ὅτι διεγνώκασι πρός με πολεμεῖν, ἀναστὰς ἀπὸ Χαβώλων μετὰ τρισχιλίων ὁπλιτῶν, καταλιπὼν ἐν τῷ στρατοπέδῳ τὸν πιστότατον τῶν φίλων εἰς Ἰωτάπατα παρεγενόμην πλησίον αὐτῶν εἶναι βουλόμενος ὅσον ἀπὸ τεσσαράκοντα σταδίων, καὶ γράφω πρὸς αὐτοὺς τάδε·
εἰ πάντως με πρὸς ὑμᾶς ἐλθεῖν βούλεσθε, διακόσιαι καὶ τέσσαρες κατὰ τὴν Γαλιλαίαν εἰσὶν πόλεις καὶ κῶμαι. τούτων εἰς ἣν θελήσετε παραγενήσομαι χωρὶς Γαβάρων καὶ Γισχάλων· ἡ μὲν γὰρ πατρίς ἐστιν Ἰωάννου, ἡ δὲ σύμμαχος αὐτῷ καὶ φίλη.
Ταῦτα τὰ γράμματα λαβόντες οἱ περὶ τὸν Ἰωνάθην οὐκέτι μὲν ἀντιγράφουσιν· συνέδριον δὲ τῶν φίλων καθίσαντες καὶ τὸν Ἰωάννην παραλαβόντες ἐβουλεύοντο, τίνα τρόπον ἐπιχειρήσωσί μοι.
καὶ Ἰωάννῃ μὲν ἐδόκει γράφειν πρὸς πάσας τὰς ἐν τῇ Γαλιλαίᾳ πόλεις καὶ κώμας, εἶναι γὰρ ἐν ἑκάστῃ πάντως ἕνα γοῦν καὶ δεύτερον διάφορον ἐμοί, καὶ καλεῖν τούτους ὡς ἐπὶ πολέμιον ἐκελεύετο πέμπειν τὸ δόγμα τοῦτο καὶ εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, ἵνα κἀκεῖνοι γνόντες ὑπὸ τῶν Γαλιλαίων κεκρίσθαι με πολέμιον καὶ αὐτοὶ ψηφίσωνται· γενομένου γὰρ τούτου καὶ τοὺς εὔνως ἔχοντάς μοι Γαλιλαίους ἐγκαταλείψειν ἔφη φοβηθέντας.
ταῦτα συμβουλεύσαντος Ἰωάννου σφόδρα καὶ τοῖς ἄλλοις ἤρεσεν τὰ λεχθέντα.
περὶ δʼ ὥραν τῆς νυκτὸς τρίτην εἰς γνῶσιν ἧκέ μοι ταῦτα, Σακχαίου τῶν σὺν αὐτοῖς τινος αὐτομολήσαντος πρός με καὶ τὴν ἐπιχείρησιν αὐτῶν ἀπαγγείλαντος· οὐκέτι δὴ δεῖν ὑπερτίθεσθαι τὸν καιρόν.
ἄξιον δὲ κρίνας Ἰάκωβον ὁπλίτην τῶν περὶ ἐμὲ πιστὸν κελεύω διακοσίους ὁπλίτας λαβόντα φρουρεῖν τὰς ἀπὸ Γαβάρων εἰς τὴν Γαλιλαίαν ἐξόδους, καὶ τοὺς παριόντας συλλαμβάνοντα πρὸς ἐμὲ πέμπειν, μάλιστα δὲ τοὺς μετὰ γραμμάτων ἁλισκομένους·