Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
225 καὶ πολὺν τὸν οἶνον προσφερόμενος ὑπὲρ τοῦ πλέον λαβεῖν τὸ ἀργύριον καὶ μεθυσθεὶς οὐκέτι τὰ ἀπόρρητα στέγειν ἐδύνατο, ἀλλʼ ἔφραζεν οὐκ ἐρωτώμενος τήν τε συνεσκευασμένην ἐπιβουλὴν καὶ ὡς κατεψηφισμένος εἴην θάνατον παρʼ αὐτοῖς.
226 ταῦτʼ ἀκούσας ἀντιγράφω τὸν τρόπον τοῦτον· Ἰώσηπος Ἰωνάθῃ καὶ τοῖς σὺν αὐτῷ χαίρειν. ἐρρωμένους ὑμᾶς εἰς τὴν Γαλιλαίαν ἥκειν πυθόμενος ἥδομαι, μάλιστα δʼ ὅτι δυνήσομαι παραδοὺς ὑμῖν τὴν τῶν ἐνθάδε πραγμάτων ἐπιμέλειαν εἰς τὴν πατρίδα πορευθῆναι· τοῦτο γὰρ καὶ πάλαι ποιεῖν ἤθελον.
227 ἔδει μὲν οὖν μὴ μόνον εἰς Ξαλὼθ παραγενέσθαι με πρὸς ὑμᾶς, ἀλλὰ πόρρω καὶ μηδὲ κελευσάντων, συγγνώμης δὲ τυχεῖν ἀξιῶ μὴ δυνάμενος τοῦτο ποιῆσαι παραφυλάσσων ἐν Χαβωλὼ Πλάκιδον εἰς τὴν Γαλιλαίαν ἀναβῆναι διʼ ἐννοίας ἔχοντα. ἥκετε οὖν ὑμεῖς πρός με τὴν ἐπιστολὴν ἀναγνόντες. ἔρρωσθε.
228 Ταῦτα γράψας δοὺς τῷ στρατιώτῃ φέρειν συνεξέπεμψα τριάκοντα τῶν Γαλιλαίων δοκιμωτάτους, ὑποθέμενος αὐτοῖς ἀσπάσασθαι μὲν ἐκείνους, ἕτερον δὲ μηδὲν λέγειν. ἔταξα δὲ καθʼ ἕκαστον αὐτῶν πιστῶν ὁπλιτῶν ἕνα παραφυλάξοντα, μή τις τοῖς πεμφθεῖσιν ὑπʼ ἐμοῦ πρὸς τοὺς περὶ τὸν Ἰωνάθην ὁμιλία γένηται.
229 καὶ οἱ μὲν ἐπορεύθησαν. οἱ δὲ περὶ τὸν Ἰωνάθην τῆς πρώτης πείρας ἁμαρτόντες ἑτέραν ἐπιστολήν μοι τοιαύτην ἔπεμψαν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ Ἰωσήπῳ χαίρειν. παραγγέλλομέν σοι χωρὶς ὁπλιτῶν εἰς τρίτην παραγενέσθαι πρὸς ἡμᾶς εἰς Γαβαρὼθ κώμην, ἵνα διακούσωμεν τῶν πρὸς Ἰωάννην ἐγκλημάτων σοι γεγονότων. ταῦτα γράψαντες καὶ ἀσπασάμενοι τοὺς Γαλιλαίους,

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi