Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
214 ἀφίκετο δʼ οὗτος μετὰ δύο σπειρῶν πεζοῦ στρατεύματος καὶ ἱππέων ἴλης μιᾶς ὑπὸ Κεστίου Γάλλου πεμφθείς, ἵνʼ ἐμπρήσῃ τὰς κώμας τῶν Γαλιλαίων, αἳ πλησίον ἦσαν Πτολεμαΐδος. βαλλομένου δʼ ἐκείνου χάρακα πρὸ τῆς Πτολεμαέων πόλεως τίθεμαι κἀγὼ στρατόπεδον τῆς κώμης ὅσον ἑξήκοντα σταδίους ἀποσχών.
215 πολλάκις μὲν οὖν τὰς δυνάμεις προηγάγομεν ὡς εἰς μάχην, πλέον δʼ οὐδὲν ἀκροβολισμῶν ἐπράξαμεν· ὁ γὰρ Πλάκιδος ὅσῳπερ ἐγίνωσκεν σπεύδοντά με πρὸς μάχην αὐτὸς καταπληττόμενος ὑπεστέλλετο· τῆς μέντοι Πτολεμαΐδος οὐκ ἐχωρίζετο.
216 Κατὰ τοῦτον δὲ τὸν καιρὸν ἀφικόμενος Ἰωνάθης μετὰ τῶν συμπρέσβεων, ὧν ἔφαμεν ἐκ τῶν Ἱεροσολύμων ὑπὸ τῶν περὶ Σίμωνα καὶ Ἄνανον τὸν ἀρχιερέα πεπέμφθαι, λαβεῖν διʼ ἐνέδρας ἐπεβούλευεν· φανερῶς γὰρ ἐπιχειρεῖν οὐκ ἐτόλμα.
217 γράφει δὲ πρός με τοιαύτην ἐπιστολήν· Ἰωνάθης καὶ οἱ σὺν αὐτῷ πεμφθέντες ὑπὸ τῶν Ἱεροσολυμιτῶν Ἰωσήπῳ χαίρειν. ἡμεῖς ὑπὸ τῶν ἐν Ἱεροσολύμοις πρώτων ἀκουσάντων τὸν ἀπὸ Γισχάλων Ἰωάννην ἐπιβεβουλευκέναι σοι πολλάκις ἐπέμφθημεν ἐπιπλήξοντες αὐτῷ καὶ παραινέσοντες εἰς τὸ λοιπὸν ὑπακούειν σοι.
218 βουλεύσασθαι δὲ σὺν σοὶ θέλοντες περὶ τῶν κοινῇ πρακτέων παρακαλοῦμεν ἥκειν θᾶττον πρὸς ἡμᾶς μὴ μετὰ πολλῶν· οὐδὲ γὰρ ἡ κώμη δύναιτʼ ἂν στρατιωτῶν πλῆθος ἐπιδέξασθαι.
219 ταῦτα δʼ ἔγραφον προσδοκῶντες δυοῖν θάτερον, ἢ ὅτι χωρὶς ὅπλων ἀφικόμενον πρὸς αὐτοὺς ἕξουσιν ὑποχείριον, ἢ πολλοὺς ἐπαγόμενον κρινοῦσι πολέμιον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi