Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
198 τούτους ἐκέλευον ἀφικομένους εἰς τὸ πλῆθος τῶν Γαλιλαίων πυθέσθαι παρʼ αὐτῶν τὴν αἰτίαν, διʼ ἣν ἐμὲ φιλοῦσιν· εἰ δὲ φαῖεν, ὅτι πόλεως εἴην τῆς Ἱεροσολύμων, καὶ αὐτοὺς ἐξ ἐκείνων λέγειν ὑπάρχειν τοὺς τέσσαρας, εἰ δὲ διὰ τὴν ἐμπειρίαν τῶν νόμων, μηδʼ αὐτοὺς ἀγνοεῖν ἔθη τὰ πάτρια φάσκειν, εἰ δʼ αὖ διὰ τὴν ἱερωσύνην λέγοιεν ἀγαπᾶν με, καὶ αὐτῶν ἀποκρίνεσθαι δύο ἱερεῖς ὑπάρχειν.
199 Ταῦθʼ ὑποθέμενοι τοῖς περὶ τὸν Ἰωνάθην τέσσαρας μυριάδας ἀργυρίου διδόασιν αὐτοῖς ἐκ τῶν δημοσίων χρημάτων.
200 ἐπεὶ δέ τινα Γαλιλαῖον ἤκουσαν Ἰησοῦν ὄνομα περὶ αὐτὸν τάξιν ἑξακοσίων ὁπλιτῶν ἔχειν ἐπιδημοῦντα τοῖς Ἱεροσολύμοις, τότε μεταπεμψάμενοι τοῦτον καὶ τριῶν μηνῶν μισθὸν δόντες ἐκέλευον ἕπεσθαι τοῖς περὶ τὸν Ἰωνάθην πειθαρχοῦντα αὐτοῖς, καὶ τῶν πολιτῶν δὲ τριακοσίοις ἀνδράσιν δόντες ἀργύριον εἰς τροφὴν τῶν ὅλων προσέταξαν ἀκολουθεῖν τοῖς πρέσβεσιν.
201 πεισθέντων οὖν αὐτῶν καὶ πρὸς τὴν ἔξοδον εὐτρεπισθέντων ἐξῄεσαν οἱ περὶ τὸν Ἰωνάθην σὺν τούτοις ἐπαγόμενοι καὶ τὸν ἀδελφὸν τοῦ Ἰωάννου καὶ ὁπλίτας ἑκατόν,
202 λαβόντες ἐντολὰς παρὰ τῶν πεμψάντων, εἰ μὲν ἑκὼν καταθείμην τὰ ὅπλα, ζῶντα πέμπειν εἰς τὴν Ἱεροσολυμιτῶν πόλιν, εἰ δʼ ἀντιτασσοίμην, ἀποκτεῖναι μηδὲν δεδιότας· αὐτῶν γὰρ εἶναι τὸ πρόσταγμα.
203 ἐγεγράφεισαν δὲ καὶ τῷ Ἰωάννῃ πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον ἑτοιμάζεσθαι, τοῖς τε Σέπφωριν καὶ Γάβαρα κατοικοῦσιν καὶ Τιβεριεῦσιν προσέταττον συμμαχίαν τῷ Ἰωάννῃ πέμπειν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi