182
ὁ δὲ βασιλεὺς Ἀγρίππας ὡς ἔγνω ψευδῆ τὴν περὶ Φιλίππου φήμην γενομένην, λόγος γὰρ διῆλθεν, ὡς στρατηγοίη τῶν Ἰουδαίων ἐπὶ τὸν πρὸς Ῥωμαίους πόλεμον, ἔπεμψεν ἱππεῖς τοὺς παραπέμψοντας τὸν Φίλιππον.
183
καὶ παραγενόμενον ἀσπάζεταί τε φιλοφρόνως τοῖς τε Ῥωμαίων ἡγεμόσιν ἐπεδείκνυεν, ὅτι δὴ Φίλιππος οὗτός ἐστιν, περὶ οὗ διεξῄει λόγος ὡς Ῥωμαίων ἀποστάντος. κελεύει δʼ αὐτὸν ἱππεῖς τινας ἀναλαβόντα θᾶττον εἰς Γάμαλα τὸ φρούριον πορευθῆναι τοὺς οἰκείους αὐτῷ πάντας ἐκεῖθεν ἐξάξοντα καὶ τοὺς Βαβυλωνίους εἰς τὴν Βατανέαν πάλιν ἀποκαταστήσοντα.
184
παρήγγειλε δὲ καὶ πᾶσαν ποιήσασθαι πρόνοιαν ὑπὲρ τοῦ μὴ γενέσθαι τινὰ νεωτερισμὸν παρὰ τῶν ὑπηκόων. Φίλιππος μὲν οὖν ταῦτα τοῦ βασιλέως ἐπιστείλαντος ἔσπευδε ποιήσων ἃ προσέταξεν.
185
Ἰώσηπος δὲ τῆς ἰατρίνης πολλοὺς νεανίσκους θρασεῖς προτρεψάμενος αὐτῷ συνάρασθαι καὶ ἐπαναστὰς τοῖς ἐν Γάμαλα πρώτοις ἔπειθεν αὐτοὺς ἀφίστασθαι τοῦ βασιλέως καὶ ἀναλαβεῖν τὰ ὅπλα ὡς διὰ τούτων τὴν ἐλευθερίαν ἀποληψομένους. καὶ τινὰς μὲν ἐβιάσαντο, τοὺς δὲ μὴ συναρεσκομένους αὐτῶν ταῖς γνώμαις ἀνῄρουν.
186
κτείνουσι δὲ καὶ Χάρητα, καὶ μετʼ αὐτοῦ τινα τῶν συγγενῶν Ἰησοῦν καὶ Ἰούστου δὲ τοῦ Τιβεριέως ἀδελφὴν ἀνεῖλον, καθὼς ἤδη προείπομεν, γράφουσι δὲ καὶ πρός με παρακαλοῦντες πέμψαι καὶ δύναμιν αὐτοῖς ὁπλιτῶν καὶ τοὺς ἀναστήσοντας αὐτῶν τῇ πόλει τείχη.