156
ἀφικόμενον δέ με πρὸς αὐτοὺς παρεκάλουν τὰ τείχη κατασκευάζειν αὐτοῖς, ὡς ὑπεσχήμην· ἠκηκόεισαν δὲ τὰς Ταριχέας ἤδη τετειχίσθαι. κατανεύσας οὖν ἐγὼ καὶ πάντα τὰ πρὸς τὴν οἰκοδομίαν παρασκευασάμενος τοὺς ἀρχιτέκτονας ἐκέλευον ἐνεργεῖν.
157
μετὰ δὲ τρίτην ἡμέραν εἰς Ταριχέας ἀπερχομένου μου τῆς Τιβεριάδος ἀπεχούσας στάδια τριάκοντα, συνέβη τινὰς Ῥωμαίων ἱππεῖς οὐ πόρρωθεν τῆς πόλεως ὁδοιποροῦντας ὀφθῆναι, οἳ δόξαν παρέσχον τὴν παρὰ τοῦ βασιλέως δύναμιν ἥκειν.
158
εὐθέως γοῦν εἰς μὲν τὸν βασιλέα μετὰ πολλῶν ἐπαίνων ἠφίεσαν φωνάς, κατʼ ἐμοῦ δὲ βλασφήμους. καὶ ἐπιδραμών τις ἀπήγγειλέν μοι τὴν διάνοιαν αὐτῶν, ὡς ἀφίστασθαί μου διεγνώκασιν.
159
ἐγὼ δʼ ἀκούσας ἐταράχθην μὲν σφόδρα· τοὺς γὰρ ὁπλίτας ἔτυχον ἐκ τῶν Ταριχεῶν ἐπὶ τὰς αὐτῶν οἰκήσεις ἀφεικὼς διὰ τὸ τὴν ἐπιοῦσαν ἡμέραν σάββατον ὑπάρχειν· οὐ γὰρ ἐβουλόμην ὑπὸ τοῦ στρατιωτικοῦ πλήθους ἐνοχλεῖσθαι τοὺς ἐν ταῖς Ταριχέαις.
160
ὁσάκις γοῦν ἐν αὐταῖς διέτριβον οὐδὲ τῆς περὶ τὸ σῶμα φυλακῆς ἐποιούμην πρόνοιαν, πεῖραν παρὰ τῶν ἐνοικούντων τῆς πρός με πίστεως λαβὼν πολλάκις.
161
μόνους δʼ ἔχων περὶ ἐμαυτὸν ἑπτὰ τῶν ὁπλιτῶν καὶ τοὺς φίλους ἠπόρουν, ὃ πράξω· μεταπέμψασθαι γὰρ τὴν ἐμὴν δύναμιν διὰ τὸ λήγειν ἤδη τὴν ἐνεστῶσαν ἡμέραν οὐκ ἐδοκίμαζον· οὐδὲ γὰρ ἀφικομένης αὐτῆς εἰς τὴν ἐπιοῦσαν ὅπλα λαβεῖν κωλυόντων ἡμᾶς τῶν νόμων, κἂν μεγάλη τις ἐπείγειν ἀνάγκη δοκῇ.