Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
88 μάλιστα δὲ Ἰοῦστος καὶ ὁ πατὴρ αὐτοῦ Πιστὸς ὡρμήκεσαν ἀποστάντες ἐμοῦ προσθέσθαι τῷ Ἰωάννῃ.
89 διεκώλυσα δʼ αὐτοὺς φθάσας· ἧκεν γὰρ ἄγγελός μοι παρὰ Σίλα, ὃν ἐγὼ καθεστάκειν τῆς Τιβεριάδος στρατηγόν, ὡς προεῖπον, τὴν τῶν Τιβεριέων γνώμην ἀπαγγέλλων κἀμὲ σπεύδειν παρακαλῶν· βραδύναντος γὰρ ὑπὸ τὴν ἑτέρων ἐξουσίαν γενέσθαι τὴν πόλιν.
90 ἐντυχὼν οὖν τοῖς γράμμασι τοῦ Σίλα καὶ διακοσίους ἀναλαβὼν ἄνδρας διʼ ὅλης τῆς νυκτὸς τὴν πορείαν ἐποιούμην, προπέμψας ἄγγελον τὸν τὴν ἐμὴν παρουσίαν τοῖς ἐν τῇ Τιβεριάδι σημανοῦντα.
91 πρωῒ δὲ πλησιάζοντος ἐμοῦ τῇ πόλει τὸ πλῆθος ὑπηντίαζεν καὶ Ἰωάννης σὺν αὐτοῖς, καὶ πάνυ με τεταραγμένως ἀσπασάμενος, δείσας μὴ εἰς ἔλεγχον αὐτοῦ τῆς πράξεως ἀφικομένης ἀπολέσθαι κινδυνεύσῃ, ὑπεχώρησε μετὰ σπουδῆς εἰς τὴν ἑαυτοῦ κατάλυσιν.
92 κἀγὼ δὲ γενόμενος κατὰ τὸ στάδιον τοὺς περὶ ἐμὲ σωματοφύλακας ἀπολύσας πλὴν ἑνὸς καὶ μετὰ τούτου κατασχὼν δέκα τῶν ὁπλιτῶν δημηγορεῖν ἐπειρώμην τῷ πλήθει τῶν Τιβεριέων στὰς ἐπὶ τριγχοῦ τινος ὑψηλοῦ, παρεκάλουν τε μὴ οὕτως αὐτοὺς ταχέως ἀφίστασθαι·
93 κατάγνωσιν γὰρ αὐτοῖς οἴσειν τὴν μεταβολήν, καὶ τῷ μετὰ ταῦτα προϊσταμένῳ διʼ ὑποψίας γενήσεσθαι δικαίας, ὡς μηδὲ τὴν πρὸς ἐκεῖνον πίστιν φυλαξόντων.
94 Οὔπω δέ μοι πάντα λελάλητο, καί τινος ἐξήκουσα τῶν οἰκείων καταβαίνειν κελεύοντος· οὐ γάρ μοι καιρὸν εἶναι φροντίζειν τῆς παρὰ Τιβεριέων εὐνοίας, ἀλλὰ περὶ τῆς ἰδίας σωτηρίας καὶ πῶς τοὺς ἐχθροὺς φύγω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi