Thesauros Edebiyat Tarih Ἰωσήπου βίος

Ἰωσήπου βίος

Ἰωσήπου βίος Josephus, Flavius
 
Σύλλας γὰρ εἰκάσας ταῖς ἀληθείαις τοὺς ἡμετέρους φεύγειν προελθὼν ἐπιδιώκειν οἷός τε ἦν, κατὰ νώτου δʼ αὐτὸν λαμβάνουσιν οἱ ἐκ τῆς ἐνέδρας καὶ σφόδρα πάντας ἐθορύβησαν.
 
ἐγὼ δʼ εὐθὺς ὀξείᾳ χρησάμενος ὑποστροφῇ μετὰ τῆς δυνάμεως ὑπήντησα τοῖς βασιλικοῖς καὶ εἰς φυγὴν ἔτρεψα. κἂν κατώρθωτό μοι κατὰ τὴν ἡμέραν ἐκείνην ἡ πρᾶξις μὴ ἐμποδὼν γενομένου δαίμονός τινος·
 
ὁ γὰρ ἵππος, ἐφʼ ᾧ τὴν μάχην ἐποιούμην, εἰς τελματώδη τόπον ἐμπεσὼν συγκατήνεγκέ με ἐπὶ τοὔδαφος. θραύσεως δὲ τῶν ἄρθρων γενομένης ἐπὶ τὸν ταρσὸν τῆς χειρὸς ἐκομίσθην εἰς κώμην Κεφαρνωκὸν λεγομένην.
 
οἱ δὲ ταῦτʼ ἀκούσαντες καὶ δεδοικότες, μή τι χεῖρον ἔπαθον, τῆς μὲν ἐπὶ πλέον διώξεως ἀπέσχοντο, ὑπέστρεφον δὲ περὶ ἐμὲ λίαν ἀγωνιῶντες. μεταπεμψάμενος οὖν ἰατροὺς καὶ θεραπευθεὶς τὴν ἡμέραν ἐκείνην αὐτοῦ κατέμεινα πυρέξας, δόξαν τε τοῖς ἰατροῖς τῆς νυκτὸς εἰς Ταριχέας μετεκομίσθην.
 
Σύλλας δὲ καὶ οἱ μετʼ αὐτοῦ πυθόμενοι τὰ κατʼ ἐμὲ πάλιν ἐθάρρησαν, καὶ γνόντες ἀμελεῖσθαι τὰ περὶ τὴν φυλακὴν τοῦ στρατοπέδου διὰ νυκτὸς ἱππέων λόχον ἱδρύσαντες ἐν τῷ πέραν τοῦ Ἰορδάνου, γενομένης ἡμέρας εἰς μάχην ἡμᾶς προεκαλέσαντο.
 
τῶν δʼ ὑπακουσάντων καὶ μέχρι τοῦ πεδίου προελθόντων ἐπιφανέντες οἱ ἐκ τῆς ἐνέδρας ἱππεῖς καὶ ταράξαντες αὐτοὺς εἰς φυγὴν ἔτρεψαν ἕξ τε τῶν ἡμετέρων ἀπέκτειναν, οὐ μὴν μέχρι τέλους τὴν νίκην ἤγαγον· καταπεπλευκέναι γάρ τινας ὁπλίτας ἀκούσαντες ἀπὸ Ταριχεῶν εἰς Ἰουλιάδα φοβηθέντες ἀνεχώρησαν.
 
Μετʼ οὐ πολὺν δὲ χρόνον Οὐεσπασιανὸς εἰς Τύρον ἀφικνεῖται καὶ σὺν αὐτῷ ὁ βασιλεὺς Ἀγρίππας. καὶ οἱ Τύριοι βλασφημεῖν ἤρξαντο τὸν βασιλέα Τυρίων αὐτὸν καλοῦντες καὶ Ῥωμαίων πολέμιον· τὸν γὰρ στρατοπεδάρχην αὐτοῦ Φίλιππον ἔλεγον προδεδωκέναι τὴν βασιλικὴν αὐλὴν καὶ τὰς Ῥωμαίων δυνάμεις τὰς οὔσας ἐν Ἱεροσολύμοις κατὰ τὴν αὐτοῦ πρόσταξιν.
 
Οὐεσπασιανὸς δὲ ἀκούσας Τυρίοις μὲν ἐπέπληξεν ὑβρίζουσιν ἄνδρα καὶ βασιλέα καὶ Ῥωμαίοις φίλον, τῷ δὲ βασιλεῖ παρῄνεσεν πέμψαι Φίλιππον εἰς Ῥώμην ὑφέξοντα λόγον Νέρωνι περὶ τῶν πεπραγμένων.
 
Φίλιππος δὲ πεμφθεὶς οὐχ ἧκεν εἰς ὄψιν Νέρωνι· καταλαβὼν γὰρ αὐτὸν ἐν τοῖς ἐσχάτοις ὄντα διὰ τὰς ἐμπεσούσας ταραχὰς καὶ τὸν ἐμφύλιον πόλεμον ὑπέστρεψε πρὸς τὸν βασιλέα.
 
ἐπεὶ δὲ Οὐεσπασιανὸς εἰς Πτολεμαΐδα παρεγένετο, οἱ πρῶτοι τῶν τῆς Συρίας δέκα πόλεων κατεβόων Ἰούστου τοῦ Τιβεριέως, ὅτι τὰς κώμας αὐτῶν ἐμπρήσειεν. παρέδωκεν οὖν αὐτὸν Οὐεσπασιανὸς τῷ βασιλεῖ κολασθησόμενον ὑπὸ τῶν τῆς βασιλείας ὑποτελῶν· ὁ βασιλεὺς δʼ αὐτὸν ἔδησεν ἐπικρυψάμενος τοῦτο Οὐεσπασιανόν, ὡς ἀνωτέρω δεδηλώκαμεν.
 
Σεπφωρῖται δʼ ὑπαντήσαντες καὶ ἀσπασάμενοι Οὐεσπασιανὸν λαμβάνουσι δύναμιν καὶ στρατηγὸν Πλάκιδον, ἀναβάντες δὲ μετὰ τούτων ἑπομένου μου ἄχρι τῆς εἰς Γαλιλαίαν Οὐεσπασιανοῦ ἀφίξεως.
 
περὶ ἧς τίνα τρόπον ἐγένετο, καὶ πῶς περὶ Γάρις κώμην τὴν πρώτην πρὸς ἐμὲ μάχην ἐποιήσατο, καὶ ὡς ἐκεῖθεν εἰς τὰ Ἰωτάπατα ἀνεχώρησα, καὶ τὰ πεπραγμένα μοι κατὰ τὴν ταύτης πολιορκίαν, καὶ ὃν τρόπον ζῶν ληφθεὶς ἐδέθην καὶ πῶς ἐλύθην, πάντα τε τὰ πεπραγμένα μοι κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον καὶ τὴν Ἱεροσολύμων πολιορκίαν μετʼ ἀκριβείας ἐν ταῖς περὶ τοῦ Ἰουδαϊκοῦ πολέμου βίβλοις ἀπήγγελκα.
 
ἀναγκαῖον δʼ ἐστίν, ὡς οἶμαι, καὶ ὅσα μὴ κατὰ τὸν Ἰουδαϊκὸν πόλεμον ἀνέγραψα τῶν ἐν τῷ βίῳ μου πεπραγμένων νῦν προσαναγράψαι.
 
Τῆς γὰρ τῶν Ἰωταπάτων πολιορκίας λαβούσης τέλος γενόμενος παρὰ Ῥωμαίοις μετὰ πάσης ἐπιμελείας ἐφυλασσόμην τὰ πολλὰ διὰ τιμῆς ἄγοντός με Οὐεσπασιανοῦ, καὶ δὴ κελεύσαντος αὐτοῦ ἠγαγόμην τινὰ παρθένον ἐκ τῶν αἰχμαλωτίδων τῶν κατὰ Καισάρειαν ἁλουσῶν ἐγχώριον.
 
οὐ παρέμενεν δʼ αὕτη μοι πολὺν χρόνον, ἀλλὰ λυθέντος καὶ μετὰ Οὐεσπασιανοῦ πορευθέντος εἰς τὴν Ἀλεξάνδρειαν ἀπηλλάγη· γυναῖκα δʼ ἑτέραν ἠγαγόμην κατὰ τὴν Ἀλεξάνδρειαν.
 
κἀκεῖθεν ἐπὶ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν συμπεμφθεὶς Τίτῳ πολλάκις ἀποθανεῖν ἐκινδύνευσα, τῶν τε Ἰουδαίων διὰ σπουδῆς ἐχόντων ὑποχείριόν με λαβεῖν τιμωρίας ἕνεκα καὶ Ῥωμαίων ὁσάκι νικηθεῖεν πάσχειν τοῦτο κατʼ ἐμὴν προδοσίαν δοκούντων συνεχεῖς καταβοήσεις ἐπὶ τοῦ αὐτοκράτορος ἐγίγνοντο κολάζειν με ὡς καὶ αὐτῶν προδότην ἀξιούντων.
 
Τίτος δὲ Καῖσαρ τὰς πολέμου τύχας οὐκ ἀγνοῶν σιγῇ τὰς ἐπʼ ἐμὲ τῶν στρατιωτῶν ἐξέλυεν ὁρμάς. ἤδη δὲ κατὰ κράτος τῆς τῶν Ἱεροσολυμιτῶν πόλεως ἐχομένης Τίτος Καῖσαρ ἔπειθέν με πολλάκις ἐκ τῆς κατασκαφῆς τῆς πατρίδος πᾶν ὅ τι θέλοιμι λαβεῖν· συγχωρεῖν γὰρ αὐτὸς ἔφασκεν.
 
ἐγὼ δὲ τῆς πατρίδος πεσούσης μηδὲν ἔχων τιμιώτερον, ὃ τῶν ἐμαυτοῦ συμφορῶν εἰς παραμυθίαν λαβὼν φυλάξαιμι, σωμάτων ἐλευθέρων τὴν αἴτησιν ἐποιούμην Τίτον καὶ βιβλίων ἱερῶν ἔλαβον χαρισαμένου Τίτου.
 
μετʼ οὐ πολὺ δὲ καὶ τὸν ἀδελφὸν μετὰ πεντήκοντα φίλων αἰτησάμενος οὐκ ἀπέτυχον. καὶ εἰς τὸ ἱερὸν δὲ πορευθεὶς Τίτου τὴν ἐξουσίαν δόντος, ἔνθα πολὺ πλῆθος αἰχμαλώτων ἐγκέκλειστο γυναικῶν τε καὶ τέκνων, ὅσους ἐπέγνων φίλων ἐμῶν καὶ συνήθων ὑπάρχοντας ἐρρυσάμην περὶ ἑκατὸν καὶ ἐνενήκοντα ὄντας τὸν ἀριθμὸν καὶ οὐδὲ λύτρα καταθεμένους ἀπέλυσα συγχωρήσας αὐτοὺς τῇ προτέρᾳ τύχῃ.
 
πεμφθεὶς δʼ ὑπὸ Τίτου Καίσαρος σὺν Κερεαλίῳ καὶ χιλίοις ἱππεῦσιν εἰς κώμην τινὰ Θεκῶαν λεγομένην προκατανοήσων, εἰ τόπος ἐπιτήδειός ἐστιν χάρακα δέξασθαι, ὡς ἐκεῖθεν ὑποστρέφων εἶδον πολλοὺς αἰχμαλώτους ἀνεσταυρωμένους καὶ τρεῖς ἐγνώρισα συνήθεις μοι γενομένους, ἤλγησά τε τὴν ψυχὴν καὶ μετὰ δακρύων προσελθὼν Τίτῳ εἶπον.
 
ὁ δʼ εὐθὺς ἐκέλευσεν καθαιρεθέντας αὐτοὺς θεραπείας ἐπιμελεστάτης τυχεῖν. καὶ οἱ μὲν δύο τελευτῶσιν θεραπευόμενοι, ὁ δὲ τρίτος ἔζησεν.
 
Ἐπεὶ δὲ κατέπαυσεν τὰς ἐν τῇ Ἰουδαίᾳ ταραχὰς Τίτος, εἰκάσας τοὺς ἀγροὺς οὓς εἶχον ἐν τοῖς Ἱεροσολύμοις ἀνονήτους ἐσομένους μοι διὰ τὴν μέλλουσαν ἐκεῖ Ῥωμαίων φρουρὰν ἐγκαθέζεσθαι, ἔδωκεν ἑτέραν χώραν ἐν πεδίῳ, μέλλων τε ἀπαίρειν εἰς τὴν Ῥώμην σύμπλουν ἐδέξατο πᾶσαν τιμὴν ἀπονέμων.
 
ἐπεὶ δʼ εἰς τὴν Ῥώμην ἥκομεν, πολλῆς ἔτυχον παρὰ Οὐεσπασιανοῦ προνοίας· καὶ γὰρ καὶ κατάλυσιν ἔδωκεν ἐν τῇ οἰκίᾳ τῇ πρὸ τῆς ἡγεμονίας αὐτῷ γενομένῃ πολιτείᾳ τε Ῥωμαίων ἐτίμησεν καὶ σύνταξιν χρημάτων ἔδωκεν καὶ τιμῶν διετέλει μέχρι τῆς ἐκ τοῦ βίου μεταστάσεως οὐδὲν τῆς πρὸς ἐμὲ χρηστότητος ὑφελών, [ὅ μοι] διὰ τὸν φθόνον ἤνεγκε κίνδυνον·
 
Ἰουδαῖος γάρ τις Ἰωνάθης τοὔνομα στάσιν ἐξεγείρας ἐν Κυρήνῃ καὶ δισχιλίους τῶν ἐγχωρίων συναναπείσας, ἐκείνοις μὲν αἴτιος ἀπωλείας ἐγένετο, αὐτὸς δὲ ὑπὸ τοῦ τῆς χώρας ἡγεμονεύοντος δεθεὶς καὶ ἐπὶ τὸν αὐτοκράτορα πεμφθεὶς ἔφασκεν ἐμὲ αὐτῷ ὅπλα πεπομφέναι καὶ χρήματα.
 
οὐ μὴν Οὐεσπασιανὸν ψευδόμενος ἔλαθεν, ἀλλὰ κατέγνω θάνατον αὐτοῦ, καὶ παραδοθεὶς ἀπέθανεν. πολλάκις δὲ καὶ μετὰ ταῦτα τῶν βασκαινόντων μοι τῆς εὐτυχίας κατηγορίας ἐπί με συνθέντων θεοῦ προνοίᾳ πάσας διέφυγον. ἔλαβον δὲ παρὰ Οὐεσπασιανοῦ δωρεὰν γῆν οὐκ ὀλίγην ἐν τῇ Ἰουδαίᾳ.
 
καθʼ ὃν δὴ καιρὸν καὶ τὴν γυναῖκα μὴ ἀρεσκόμενος αὐτῆς τοῖς ἤθεσιν ἀπεπεμψάμην τριῶν παίδων γενομένην μητέρα, ὧν οἱ μὲν δύο ἐτελεύτησαν, εἷς δέ, ὃν Ὑρκανὸν προσηγόρευσα, περίεστιν.
 
μετὰ ταῦτα ἠγαγόμην γυναῖκα κατῳκηκυῖαν μὲν ἐν Κρήτῃ, τὸ δὲ γένος Ἰουδαίαν, γονέων εὐγενεστάτων καὶ τῶν κατὰ τὴν χώραν ἐπιφανεστάτων, ἤθει πολλῶν γυναικῶν διαφέρουσαν, ὡς ὁ μετὰ ταῦτα βίος αὐτῆς ἀπέδειξεν. ἐκ ταύτης δή μοι γίνονται παῖδες δύο, πρεσβύτερος μὲν Ἰοῦστος, Σιμωνίδης δὲ μετʼ ἐκεῖνον ὁ καὶ Ἀγρίππας ἐπικληθείς.
 
ταῦτα μέν μοι τὰ κατὰ τὸν οἶκον. διέμεινεν δὲ ὅμοια καὶ τὰ παρὰ τῶν αὐτοκρατόρων· Οὐεσπασιανοῦ γὰρ τελευτήσαντος Τίτος τὴν ἀρχὴν διαδεξάμενος ὁμοίαν τῷ πατρὶ τὴν τιμήν μοι διεφύλαξεν πολλάκις τε κατηγορηθέντος οὐκ ἐπίστευσεν.
 
διαδεξάμενος δὲ Τίτον Δομετιανὸς καὶ προσηύξησεν τὰς εἰς ἐμὲ τιμάς· τούς τε γὰρ κατηγορήσαντάς μου Ἰουδαίους ἐκόλασεν καὶ δοῦλον εὐνοῦχον παιδαγωγὸν τοῦ παιδός μου κατηγορήσαντα κολασθῆναι προσέταξεν, ἐμοὶ δὲ τῆς ἐν Ἰουδαίᾳ χώρας ἀτέλειαν ἔδωκεν, ἥπερ ἐστὶ μεγίστη τιμὴ τῷ λαβόντι. καὶ πολλὰ δʼ ἡ τοῦ Καίσαρος γυνὴ Δομετία διετέλεσεν εὐεργετοῦσά με.
 
ταῦτα μὲν τὰ πεπραγμένα μοι διὰ παντὸς τοῦ βίου ἐστίν, κρινέτωσαν δʼ ἐξ αὐτῶν τὸ ἦθος ὅπως ἂν ἐθέλωσιν ἕτεροι. σοὶ δʼ ἀποδεδωκώς, κράτιστε ἀνδρῶν Ἐπαφρόδιτε, τὴν πᾶσαν τῆς ἀρχαιολογίας ἀναγραφὴν ἐπὶ τοῦ παρόντος ἐνταῦθα καταπαύω τὸν λόγον.
← Önceki 11 / 11

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi