Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

23 εὑρὼν δὲ τὸν Ἠλίαν ὁ πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα· κελεύειν γὰρ τοῦτο ἐκεῖνον· εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. ὁ δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπʼ οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ.
24 τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατʼ αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον.
25 πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον ὁ βασιλεὺς τρίτον ἐξέπεμψεν. ὁ δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν· γινώσκειν δʼ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον· ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi