Kitap 9
τοῦ δʼ ἀρχιερέως Ἀζαρία ὄντων σὺν αὐτῷ ἱερέων ὀγδοήκοντα κωλύοντος αὐτόν, οὐ γὰρ ἐξὸν ἐπιθύειν εἶπον, μόνοις δʼ ἐφεῖσθαι τοῦτο ποιεῖν τοῖς ἐκ τοῦ Ἀαρῶνος γένους, καταβοώντων δʼ ἐξιέναι καὶ μὴ παρανομεῖν εἰς τὸν θεόν, ὀργισθεὶς ἠπείλησεν αὐτοῖς θάνατον, εἰ μὴ τὴν ἡσυχίαν ἄξουσι.
μεταξὺ δὲ σεισμὸς ἐκλόνησε τὴν γῆν μέγας καὶ διαστάντος τοῦ ναοῦ φέγγος ἡλίου λαμπρὸν ἐξέλαμψε καὶ τῇ τοῦ βασιλέως ὄψει προσέπεσεν, ὡς τῷ μὲν εὐθέως λέπραν ἐπιδραμεῖν, πρὸ δὲ τῆς πόλεως πρὸς τῇ καλουμένῃ Ἐρωγῇ τοῦ ὄρους ἀπορραγῆναι τὸ ἥμισυ τοῦ κατὰ τὴν δύσιν καὶ κυλισθὲν τέσσαρας σταδίους ἐπὶ τὸ ἀνατολικὸν ὄρος στῆναι, ὡς τάς τε παρόδους ἐμφραγῆναι καὶ τοὺς παραδείσους τοὺς βασιλικούς.
ἐπεὶ δὲ κατειλημμένην τὴν ὄψιν τοῦ βασιλέως ὑπὸ τῆς λέπρας εἶδον οἱ ἱερεῖς, ἔφραζόν τε αὐτῷ τὴν συμφορὰν καὶ ἐκέλευον ἐξιέναι τῆς πόλεως ὡς ἐναγῆ. ὁ δʼ ὑπʼ αἰσχύνης τε τοῦ συμβεβηκότος δεινοῦ καὶ τοῦ μηκέτʼ αὐτῷ παρρησίαν εἶναι τὸ κελευόμενον ἐποίει, τῆς ὑπὲρ ἄνθρωπον διανοίας καὶ τῶν διὰ τοῦτο εἰς τὸν θεὸν ἀσεβημάτων ταλαίπωρον οὕτως καὶ οἰκτρὰν ὑπομείνας δίκην.
καὶ χρόνον μέν τινα διῆγεν ἔξω τῆς πόλεως ἰδιώτην ἀποζῶν βίον τοῦ παιδὸς αὐτῷ Ἰωθάμου τὴν ἀρχὴν παραλαβόντος, ἔπειτα ὑπὸ λύπης καὶ ἀθυμίας τῆς ἐπὶ τοῖς γεγενημένοις ἀπέθανεν, ἔτη μὲν βιώσας ὀκτὼ καὶ ἑξήκοντα, τούτων δὲ βασιλεύσας πεντηκονταδύο. ἐκηδεύθη δὲ μόνος ἐν τοῖς ἑαυτοῦ κήποις.
Ὁ δὲ τοῦ Ἱεροβάμου παῖς Ζαχαρίας ἓξ μῆνας βασιλεύσας τῶν Ἰσραηλιτῶν δολοφονηθεὶς ἀπέθανεν ὑπὸ φίλου τινὸς Σελλήμου μὲν τοὔνομα Ἰαβήσου δὲ υἱοῦ, ὃς καὶ τὴν βασιλείαν μετʼ αὐτὸν παραλαβὼν οὐ πλείονα χρόνον ἡμερῶν αὐτὴν κατέσχε τριάκοντα.
ὁ γὰρ στρατηγὸς Μαναῆμος κατʼ ἐκεῖνον τὸν καιρὸν ὢν ἐν Θάρσῃ πόλει καὶ τὰ περὶ τὸν Ζαχαρίαν ἀκούσας ἄρας μετὰ πάσης τῆς στρατιᾶς ἧκεν εἰς τὴν Σαμάρειαν, καὶ συμβαλὼν εἰς μάχην ἀναιρεῖ τὸν Σέλλημον καὶ βασιλέα καταστήσας ἑαυτὸν ἐκεῖθεν εἰς Θαψὰν παραγίνεται πόλιν.
οἱ δʼ ἐν αὐτῇ τὰς πύλας μοχλῷ κλείσαντες οὐκ εἰσεδέξαντο τὸν βασιλέα. ὁ δὲ ἀμυνόμενος αὐτοὺς τὴν πέριξ ἐδῄου χώραν καὶ τὴν πόλιν κατὰ κράτος λαμβάνει πολιορκίᾳ.
φέρων δὲ χαλεπῶς ἐπὶ τοῖς ὑπὸ τῶν Θαψίων πραχθεῖσι πάντας αὐτοὺς διεχρήσατο μηδὲ νηπίων φεισάμενος ὠμότητος ὑπερβολὴν οὐ καταλιπὼν οὐδὲ ἀγριότητος· ἃ γὰρ οὐδὲ τῶν ἀλλοφύλων τινὰς συγγνωστὸν διαθεῖναι γενομένους ὑποχειρίους, ταῦτα τοὺς ὁμοφύλους οὗτος εἰργάσατο.
βασιλεύσας οὖν τῷ τρόπῳ τούτῳ ὁ Μαναῆμος ἐπʼ ἔτη μὲν δέκα σκαιὸς καὶ πάντων ὠμότατος διέμενεν ὤν, στρατεύσαντος δʼ ἐπʼ αὐτὸν Φούλου τοῦ Ἀσσυρίων βασιλέως εἰς μὲν ἀγῶνα καὶ μάχην οὐκ ἀπαντᾷ τοῖς Ἀσσυρίοις, πείσας δὲ χίλια τάλαντα ἀργυρίου λαβόντα ἀναχωρῆσαι διαλύεται τὸν πόλεμον.
τὸ δὲ κεφάλαιον τοῦτο συνήνεγκε τὸ πλῆθος Μαναήμῳ πραχθὲν κατὰ κεφαλὴν δραχμὰς πεντήκοντα. τελευτήσας δὲ μετὰ ταῦτα κηδεύεται μὲν ἐν Σαμαρείᾳ, καταλείπει δὲ τῆς βασιλείας τὸν υἱὸν Φακέαν διάδοχον, ὃς τῇ τοῦ πατρὸς κατακολουθήσας ὠμότητι δυσὶν ἔτεσι μόνοις ἦρξεν.
ἔπειτα δολοφονηθεὶς ἐν συμποσίῳ μετὰ φίλων ἀπέθανε Φακέου τινός, ὃς ἦν χιλίαρχος, ἐπιβουλεύσαντος αὐτῷ, παιδὸς δὲ Ῥομελία. κατασχὼν δὲ καὶ οὗτος ὁ Φακέας τὴν ἀρχὴν ἔτεσιν εἴκοσιν ἀσεβής τε ἦν καὶ παράνομος.
ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς Θαγλαθφαλλάσαρ τοὔνομα ἐπιστρατευσάμενος τοῖς Ἰσραηλίταις καὶ τήν τε Γαλαδηνὴν ἅπασαν καταστρεψάμενος καὶ τὴν πέραν τοῦ Ἰορδάνου χώραν καὶ τὴν πρὸς αὐτῇ τὴν Γαλιλαίαν καλουμένην καὶ Κύδισσα καὶ Ἄσωρα τοὺς οἰκήτορας αἰχμαλωτίσας μετέστησεν εἰς τὴν αὑτοῦ βασιλείαν. καὶ τὰ μὲν περὶ τοῦ Ἀσσυρίων βασιλέως ἐν τούτοις ἡμῖν δεδηλώσθω.
Ἰωσᾶς δὲ Ὀζία παῖς ἐβασίλευσε τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις ἐκ μητρὸς μὲν ἀστῆς γεγονὼς καλουμένης δὲ Ἰεράσης. οὗτος ὁ βασιλεὺς οὐδεμιᾶς ἀρετῆς ἀπελείπετο, ἀλλʼ εὐσεβὴς μὲν τὰ πρὸς τὸν θεόν, δίκαιος δὲ τὰ πρὸς ἀνθρώπους ὑπῆρχεν, ἐπιμελὴς δὲ τῶν κατὰ πόλιν·
ὅσα γὰρ ἐπισκευῆς ἐδεῖτο καὶ κόσμου ταῦτα φιλοτίμως ἐξειργάσατο, στοὰς μὲν τὰς ἐν τῷ ναῷ ἱδρύσας καὶ προπύλαια, τὰ δὲ καταπεπτωκότα τῶν τειχῶν ἀνέστησε πύργους παμμεγέθεις καὶ δυσαλώτους οἰκοδομήσας, καὶ τῶν ἄλλων εἴ τι κατὰ τὴν βασιλείαν ἠμέλητο πολλὴν ἐπιστροφὴν ἐποιεῖτο.
στρατευσάμενος δὲ καὶ ἐπὶ τοὺς Ἀμμανίτας καὶ κρατήσας αὐτῶν τῇ μάχῃ προσέταξεν αὐτοῖς φόρους κατὰ πᾶν ἔτος αὐτῷ τελεῖν ἑκατὸν τάλαντα καὶ σίτου κόρους μυρίους, τοσούτους δὲ καὶ κριθῆς. ηὔξησε δʼ οὕτω τὴν βασιλείαν, ὥστε ἀκαταφρόνητον μὲν αὐτὴν ἐκ τῶν πολεμίων εἶναι, τοῖς δʼ οἰκείοις εὐδαίμονα.
Ἦν δέ τις κατὰ τοῦτον τὸν καιρὸν προφήτης Ναοῦμος ὄνομα, ὃς περὶ τῆς Ἀσσυρίων καταστροφῆς καὶ τῆς Νίνου προφητεύων ἔλεγεν, ὡς ἔσται Νινύας κολυμβήθρα ὕδατος κινουμένη· οὕτως καὶ ὁ δῆμος ἅπας ταρασσόμενος καὶ κλυδωνιζόμενος οἰχήσεται φεύγων λεγόντων πρὸς ἀλλήλους στῆτε καὶ μείνατε καὶ χρυσὸν αὑτοῖς καὶ ἄργυρον ἁρπάσατε. ἔσται δʼ οὐδεὶς βουλησόμενος·
σώζειν γὰρ αὑτῶν ἐθελήσουσι τὰς ψυχὰς μᾶλλον ἢ τὰ κτήματα· δεινὴ γὰρ αὐτοὺς ἐν ἀλλήλοις ἔρις ἕξει καὶ θρῆνος πάρεσίς τε τῶν μελῶν, αἵ τε ὄψεις ὑπὸ τοῦ φόβου μέλαιναι τελέως αὐτοῖς γενήσονται.
ποῦ δὲ ἔσται τὸ κατοικητήριον τῶν λεόντων καὶ ἡ μήτηρ σκύμνων; λέγει δέ σοι ὁ θεός, Νινύα, ὅτι ἀφανιῶ σε καὶ οὐκέτι λέοντες ἐκ σοῦ πορευόμενοι ἐπιτάξουσι τῷ κόσμῳ.
καὶ ἄλλα δὲ πολλὰ πρὸς τούτοις ἐπροφήτευσεν οὗτος ὁ προφήτης περὶ Νινύης, ἃ λέγειν οὐκ ἀναγκαῖον ἡγησάμην, ἵνα δὲ μὴ τοῖς ἐντυγχάνουσιν ὀχληρὸς δοκῶ παρέλιπον. συνέβη δὲ πάντα τὰ προειρημένα περὶ Νινύης μετὰ ἔτη ἑκατὸν καὶ πεντεκαίδεκα. περὶ μὲν τούτων ἀποχρώντως ἡμῖν δεδήλωται.
Ὁ δὲ Ἰώθαμος μετήλλαξεν ἔτη βιώσας ἓν καὶ τεσσαράκοντα βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, θάπτεται δὲ ἐν ταῖς βασιλικαῖς θήκαις. ἔρχεται δʼ εἰς τὸν υἱὸν αὐτοῦ Ἄχαζον ἡ βασιλεία, ὃς ἀσεβέστατος εἰς τὸν θεὸν γενόμενος καὶ τοὺς πατρίους παραβὰς νόμους τοὺς Ἰσραηλιτῶν βασιλέας ἐμιμήσατο βωμοὺς ἐν Ἱεροσολύμοις ἀναστήσας καὶ θύων ἐπʼ αὐτῶν τοῖς εἰδώλοις, οἷς καὶ ἴδιον ὡλοκαύτωσε παῖδα κατὰ τὰ Χαναναίων ἔθη, καὶ τούτοις ἄλλα παραπλήσια διεπράττετο.
ἔχοντος δʼ οὕτως καὶ μεμηνότος ἐστράτευσεν ἐπʼ αὐτὸν ὁ τῶν Σύρων καὶ Δαμασκηνῶν βασιλεὺς Ῥαασὴς καὶ Φακέας ὁ τῶν Ἰσραηλιτῶν· φίλοι γὰρ ἦσαν· καὶ συνελάσαντες αὐτὸν εἰς τὰ Ἱεροσόλυμα ἐπὶ πολὺν ἐπολιόρκουν χρόνον διὰ τὴν τῶν τειχῶν ὀχυρότητα μηδὲν ἀνύοντες.
ὁ δὲ τῶν Σύρων βασιλεὺς λαβὼν τὴν πρὸς τῇ Ἐρυθρᾷ θαλάσσῃ πόλιν Ἠλαθοὺς καὶ τοὺς ἐνοικοῦντας ἀποκτείνας ἐγκατῴκισεν αὐτῇ Σύρους. τοὺς δʼ ἐντοῖς φρουρίοις ὁμοίως καὶ τοὺς πέριξ Ἰουδαίους διαφθείρας καὶ λείαν πολλὴν ἀπελάσας εἰς Δαμασκὸν μετὰ τῆς στρατιᾶς ἀνέζευξεν.
ὁ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς γνοὺς τοὺς Σύρους ἐπʼ οἴκου κεχωρηκότας καὶ νομίσας ἀξιόμαχος εἶναι τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ τὴν δύναμιν ἐπʼ αὐτὸν ἐξήγαγε, καὶ συμβαλὼν ἐνικήθη κατὰ μῆνιν τοῦ θεοῦ, ἣν ἐπὶ τοῖς ἀσεβήμασιν αὐτοῦ πολλοῖς ἅμα καὶ μεγάλοις εἶχεν·
δώδεκα γὰρ μυριάδες κατʼ ἐκείνην αὐτοῦ τὴν ἡμέραν ὑπὸ τῶν Ἰσραηλιτῶν ἀνῃρέθησαν, ὧν ὁ στρατηγὸς Ζαχάριν τὸν υἱὸν ἀπέκτεινεν ἐν τῇ συμβολῇ τοῦ βασιλέως Ἀχάζου Ἀμασίας ὄνομα, καὶ τὸν ἐπίτροπον τῆς βασιλείας ἁπάσης Ἐρκὰμ καὶ τὸν τῆς Ἰούδα φυλῆς στρατηγὸν Ἐλικὰν αἰχμάλωτον ἔλαβον, καὶ ἐκ τῆς Βενιαμίτιδος φυλῆς γυναῖκας καὶ παῖδας ἀπήγαγον, καὶ πολλὴν λείαν διαρπάσαντες ἀνεχώρησαν εἰς Σαμάρειαν.
Ὠδηδὰς δέ τις, ὃς κατʼ ἐκεῖνο καιροῦ προφήτης ὑπῆρχεν ἐν Σαμαρείᾳ, τῷ στρατῷ πρὸ τῶν τειχῶν ἀπαντήσας μεγάλῃ βοῇ τὴν νίκην αὐτοῖς οὐ διὰ τὴν οἰκείαν ἰσχὺν αὐτῶν ἐδήλου γενέσθαι, διὰ δὲ τὸν τοῦ θεοῦ χόλον, ὃν εἶχεν ἐπʼ Ἄχαζον τὸν βασιλέα.
καὶ κατεμέμφετο τῇ μὲν εὐπραγίᾳ τῇ κατʼ αὐτοῦ μὴ ἀρκεσθέντας, ἀλλὰ τολμήσαντας τοὺς ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίτιδος συγγενεῖς ὄντας αἰχμαλωτίσαι. συνεβούλευέ τε αὐτοῖς ἀπολῦσαι τούτους εἰς τὴν οἰκείαν ἀπαθεῖς· ἀπειθήσαντας γὰρ τῷ θεῷ δίκην ὑφέξειν.
ὁ δὲ τῶν Ἰσραηλιτῶν λαὸς εἰς ἐκκλησίαν συνελθὼν ἐπεσκέπτετο περὶ τούτων. ἀναστὰς δέ τις Βαραχίας ὄνομα τῶν εὐδοκιμούντων ἐν τῇ πολιτείᾳ καὶ ἄλλοι μετʼ αὐτοῦ τρεῖς ἔλεγον οὐκ ἐπιτρέψειν τοῖς ὁπλίταις εἰσαγαγεῖν εἰς τὴν πόλιν, ἵνα μὴ πάντες ἀπολώμεθα ὑπὸ τοῦ θεοῦ· μόνον γὰρ ἀπόχρη τὸ πρὸς αὐτὸν ἡμᾶς ἐξαμαρτεῖν, ὡς οἱ προφῆται λέγουσιν, ἀλλὰ μὴ καινότερα τούτων ἀσεβήματα δρᾶν.
ταῦτʼ ἀκούσαντες οἱ στρατιῶται συνεχώρησαν ἐκείνοις ποιεῖν ὃ ἐδόκει συμφέρειν. παραλαβόντες οὖν οἱ προειρημένοι ἄνδρες τοὺς αἰχμαλώτους ἔλυσάν τε καὶ ἐπιμελείας ἠξίωσαν καὶ δόντες ἐφόδια εἰς τὴν οἰκείαν ἀπέλυσαν ἀβλαβεῖς, οὐδὲν δʼ ἧττον καὶ τέσσαρες αὐτοῖς συνῆλθον καὶ μέχρις Ἱεριχοῦντος προπέμψαντες οὐκ ἄπωθεν τῶν Ἱεροσολύμων ἀνέστρεψαν εἰς Σαμάρειαν.
Ἄχαζος δʼ ὁ βασιλεὺς ταῦτα παθὼν ὑπὸ τῶν Ἰσραηλιτῶν πέμψας πρὸς τὸν τῶν Ἀσσυρίων βασιλέα Θαγλαθφαλλασάρην συμμαχίαν αὐτὸν παρασχεῖν παρεκάλει πρὸς τὸν πόλεμον τὸν πρὸς τοὺς Ἰσραηλίτας καὶ Σύρους καὶ Δαμασκηνοὺς χρήματα πολλὰ δώσειν ὑπισχνούμενος, ἔπεμψε δʼ αὐτῷ καὶ λαμπρὰς δωρεάς.
ὁ δὲ τῶν πρέσβεων ἀφικομένων ὡς αὐτὸν ἧκε σύμμαχος Ἀχάζῳ, καὶ στρατεύσας ἐπὶ τοὺς Σύρους τήν τε χώραν αὐτῶν ἐπόρθησε καὶ τὴν Δαμασκὸν κατὰ κράτος εἷλε καὶ τὸν βασιλέα Ἀρασὴν ἀπέκτεινε. τοὺς δὲ Δαμασκηνοὺς ἀπῴκισεν εἰς τὴν ἄνω Μηδίαν καὶ ἐκ τῶν ἐθνῶν τῶν Ἀσσυρίων μεταστήσας τινὰς εἰς τὴν Δαμασκὸν κατῴκισε.
τὴν δὲ τῶν Ἰσραηλιτῶν γῆν κακώσας πολλοὺς ἐξ αὐτῆς αἰχμαλώτους συνέλαβε. ταῦτʼ αὐτοῦ διαπραξαμένου τοὺς Σύρους ὁ βασιλεὺς ἄρας τὸν χρυσὸν ὃς ἦν ἐν τοῖς βασιλικοῖς θησαυροῖς καὶ τὸν ἄργυρον τὸν ἐν τῷ ναῷ τοῦ θεοῦ καὶ εἴ τι κάλλιστον ἀνάθημα, τοῦτο βαστάσας ἧκεν ἔχων εἰς Δαμασκὸν καὶ ἔδωκε τῷ τῶν Ἀσσυρίων βασιλεῖ κατὰ τὰς ὁμολογίας· καὶ πάντων αὐτῷ χάριν ἔχειν ὁμολογήσας ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
ἦν δʼ οὕτως ἀνόητος καὶ τοῦ συμφέροντος ἀσυλλόγιστος ὁ βασιλεὺς, ὥστε οὐδὲ πολεμούμενος ὑπὸ τῶν Σύρων ἐπαύσατο τοὺς θεοὺς αὐτῶν προσκυνῶν, ἀλλὰ διετέλει τούτους σεβόμενος ὡς παρεξομένους αὐτῷ τὴν νίκην.
ἡττηθεὶς δὲ πάλιν τοὺς Ἀσσυρίων ἤρξατο τιμᾶν θεοὺς καὶ πάντας ἐῴκει μᾶλλον τιμήσων ἢ τὸν πατρῷον καὶ ἀληθῶς θεόν, ὃς αὐτῷ καὶ τῆς ἥττης ὀργιζόμενος ἦν αἴτιος.
ἐπὶ τοσοῦτον δʼ ὀλιγωρίας καὶ καταφρονήσεως ἦλθεν, ὡς καὶ τέλεον ἀποκλεῖσαι τὸν ναὸν καὶ τὰς νενομισμένας ἀπαγορεῦσαι θυσίας ἐπιφέρειν καὶ περιδῦσαι τῶν ἀναθημάτων αὐτόν. ταῦθʼ ὑβρίσας τὸν θεὸν ἐτελεύτησεν ἔτη μὲν βιώσας ἓξ καὶ τριάκοντα, βασιλεύσας δʼ ἐξ αὐτῶν ἑκκαίδεκα, τὸν δʼ υἱὸν Ἐζεκίαν διάδοχον καταλιπών.
Ἀπέθανε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπʼ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος.
στρατεύει δʼ ἐπʼ αὐτὸν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους.
ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δʼ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής· οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδʼ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων·
οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπʼ αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν·
παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δʼ αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.
Ταῦτʼ εἰπόντος τοῦ βασιλέως οἱ ἱερεῖς ἀνοίγουσί τε τὸ ἱερὸν καὶ ἀνοίξαντες τὰ σκεύη τοῦ θεοῦ καὶ τὰ μιάσματα ἐκβαλόντες τὰς ἐξ ἔθους τῷ βωμῷ θυσίας ἐπέφερον. διαπέμψας δʼ ὁ βασιλεὺς εἰς τὴν ὑπʼ αὐτὸν χώραν ἐκάλει τὸν λαὸν εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄξοντα· πολὺν γὰρ ἐκλελοίπει χρόνον διὰ τὰς τῶν προειρημένων βασιλέων παρανομίας.