Kitap 9
258
Ἀπέθανε δʼ ὑπὸ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακέας ἐπιβουλεύσαντος αὐτῷ φίλου τινὸς Ὠσήου ὄνομα, ὃς κατασχὼν τὴν βασιλείαν ἐπʼ ἔτη ἐννέα πονηρός τε ἦν καὶ τῶν πρὸς τὸν θεὸν ὀλίγωρος.
259
στρατεύει δʼ ἐπʼ αὐτὸν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Σαλμανάσσας καὶ κρατήσας αὐτοῦ, τὸν γὰρ θεὸν οὐκ εἶχεν Ὠσῆος εὐμενῆ, καὶ σύμμαχον ἐποιήσατο καὶ φόρους ἐπέταξεν αὐτῷ τελεῖν ὡρισμένους.
260
ἔτει δὲ τετάρτῳ Ὠσήου τῆς βασιλείας ἐβασίλευσεν Ἐζεκίας ἐν Ἱεροσολύμοις Ἀχάζου υἱὸς καὶ Ἀβίας ἀστῆς τὸ γένος. φύσις δʼ ἦν αὐτῷ χρηστὴ καὶ δικαία καὶ εὐσεβής· οὐδὲν γὰρ ἄλλο πρῶτον εἰς τὴν βασιλείαν παρελθὼν οὐδʼ ἀναγκαιότερον οὐδὲ συμφορώτερον αὑτῷ τε καὶ τοῖς ἀρχομένοις ὑπέλαβε τοῦ θρησκεύειν τὸν θεόν, ἀλλὰ συγκαλέσας τὸν λαὸν καὶ τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐδημηγόρησεν ἐν αὐτοῖς λέγων·
261
οὐκ ἀγνοεῖτε μέν, ὡς διὰ τὰς τοῦ πατρὸς ἁμαρτίας τοὐμοῦ παραβάντος τὴν πρὸς θεὸν ὁσίαν καὶ τιμὴν πολλῶν ἐπειράθητε καὶ μεγάλων κακῶν, διαφθαρέντες ὑπʼ αὐτοῦ τὴν διάνοιαν καὶ ἀναπεισθέντες οὓς αὐτὸς ἐδοκίμαζεν εἶναι θεοὺς τούτοις προσκυνεῖν·
262
παραινῶ δὲ ὑμῖν ἔργῳ μεμαθηκότας, ὡς ἔστι δεινὸν τὸ ἀσεβεῖν, τούτου μὲν ἤδη λήθην ποιήσασθαι, καθᾶραι δʼ αὑτοὺς ἐκ τῶν προτέρων μιασμάτων τούς τε ἱερεῖς καὶ Ληουίτας καὶ συνελθόντας οὕτως ἀνοῖξαι τὸ ἱερόν, καὶ καθάραντας αὐτὸ ταῖς ἐξ ἔθους θυσίαις εἰς τὴν ἀρχαίαν καὶ πάτριον ἀνακαλέσασθαι τιμήν. οὕτως γὰρ τὸν θεὸν εὐμενῆ ποιήσαιμεν ἀφέντα τὴν ὀργήν.