Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

205 Πεντεκαιδεκάτῳ ἔτει τῆς Ἀμασία βασιλείας ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ὁ Ἰωάσου υἱὸς Ἱερόβαμος ἐν Σαμαρείᾳ ἔτη τεσσαράκοντα. οὗτος ὁ βασιλεὺς τὰ μὲν εἰς τὸν θεὸν ὑβριστὴς καὶ παράνομος δεινῶς ἐγένετο εἴδωλά τε σεβόμενος καὶ πολλοῖς ἀτόποις καὶ ξένοις ἐγχειρῶν ἔργοις, τῷ δὲ λαῷ τῶν Ἰσραηλιτῶν μυρίων ἀγαθῶν αἴτιος ὑπῆρχε.
206 τούτῳ προεφήτευσέ τις Ἰωνᾶς, ὡς δεῖ πολεμήσαντα τοῖς Σύροις αὐτὸν κρατῆσαι τῆς ἐκείνων δυνάμεως καὶ πλατῦναι τὴν αὑτοῦ βασιλείαν τοῖς μὲν κατὰ τὴν ἄρκτον μέρεσιν ἕως Ἀμάθου πόλεως, τοῖς δὲ κατὰ τὴν μεσημβρίαν ἕως τῆς Ἀσφαλτίδος λίμνης·
207 τὸ γὰρ ἀρχαῖον οἱ ὅροι τῆς Χαναναίας ἦσαν οὗτοι, καθὼς ὁ στρατηγὸς Ἰησοῦς περιώρισε. στρατεύσας οὖν ἐπὶ τοὺς Σύρους ὁ Ἱερόβαμος καταστρέφεται πᾶσαν αὐτῶν τὴν χώραν, ὡς προεφήτευσεν Ἰωνᾶς.
208 Ἀναγκαῖον δὲ ἡγησάμην τὴν ἀκρίβειαν τῶν πραγμάτων παραδώσειν ὑπεσχημένος ὅσα καὶ περὶ τούτου τοῦ προφήτου εὗρον ἐν ταῖς Ἑβραϊκαῖς βίβλοις ἀναγεγραμμένα διεξελθεῖν· κελευσθεὶς γὰρ οὗτος ὑπὸ τοῦ θεοῦ πορευθῆναι μὲν εἰς τὴν Νινύου βασιλείαν κηρῦξαι δʼ ἐκεῖ γενόμενον ἐν τῇ πόλει ὅτι τὴν ἀρχὴν ἀπολέσει, δείσας οὐκ ἀπῆλθεν, ἀλλʼ ἀποδιδράσκει τὸν θεὸν εἰς Ἰόπην πόλιν καὶ πλοῖον εὑρὼν ἐμβὰς εἰς Ταρσὸν ἔπλει τῆς Κιλικίας.
209 ἐπιγενομένου δὲ χειμῶνος σφοδροτάτου καὶ κινδυνεύοντος καταδῦναι τοῦ σκάφους οἱ μὲν ναῦται καὶ οἱ κυβερνῆται καὶ αὐτὸς ὁ ναύκληρος εὐχὰς ἐποιοῦντο χαριστηρίους, εἰ διαφύγοιεν τὴν θάλασσαν, ὁ δὲ Ἰωνᾶς συγκαλύψας αὑτὸν ἐβέβλητο μηδὲν ὧν τοὺς ἄλλους ἑώρα ποιοῦντας μιμούμενος.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi