Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

200 καὶ πρὶν εἰς χεῖρας ἐλθεῖν διασπαρέντων ὑπὸ τοῦ δέους αὐτῶν μονωθέντα τὸν Ἀμασίαν ληφθῆναι συνέβη πρὸς τῶν πολεμίων αἰχμάλωτον· ἠπείλησε δʼ αὐτῷ θάνατον Ἰώασος, εἰ μὴ πείσειε τοὺς Ἱεροσολυμίτας ἀνοίξαντας αὐτῷ τὰς πύλας δέξασθαι μετὰ τῆς στρατιᾶς εἰς τὴν πόλιν.
201 καὶ Ἀμασίας μὲν ὑπὸ ἀνάγκης καὶ τοῦ περὶ τὸ ζῆν δέους ἐποίησεν εἰσδεχθῆναι τὸν πολέμιον· ὁ δὲ διακόψας τι τοῦ τείχους ὡς τετρακοσίων πηχῶν ἐφʼ ἅρματος εἰσήλασε διὰ τῆς διακοπῆς εἰς Ἱεροσόλυμα τὸν Ἀμασίαν ἄγων αἰχμάλωτον.
202 κύριος δὲ τούτῳ τῷ τρόπῳ γενόμενος τῶν Ἱεροσολυμιτῶν τούς τε τοῦ θεοῦ θησαυροὺς ἀνείλετο καὶ ὅσος ἦν τῷ Ἀμασίᾳ χρυσὸς καὶ ἄργυρος ἐν τοῖς βασιλείοις ἐξεφόρησε, καὶ οὕτως αὐτὸν ἀπολύσας τῆς αἰχμαλωσίας ἀνέζευξεν εἰς Σαμάρειαν.
203 ταῦτα δʼ ἐγένετο περὶ τοὺς Ἱεροσολυμίτας ἔτει τετάρτῳ καὶ δεκάτῳ τῆς Ἀμασία βασιλείας, ὃς μετὰ ταῦτα ἐπιβουλευθεὶς ὑπὸ τῶν φίλων φεύγει μὲν εἰς Λάχισαν πόλιν, ἀναιρεῖται δὲ ὑπὸ τῶν ἐπιβούλων πεμψάντων ἐκεῖ τοὺς ἀποκτενοῦντας αὐτόν. καὶ τὸ μὲν σῶμα κομίσαντες εἰς Ἱεροσόλυμα βασιλικῶς ἐκήδευσαν·
204 κατέστρεψε δὲ οὕτως Ἀμασίας τὸν βίον καὶ διὰ τὸν νεωτερισμὸν τῆς πρὸς τὸν θεὸν ὀλιγωρίας, βιώσας μὲν ἔτη τέσσαρα καὶ πεντήκοντα βασιλεύσας δὲ ἐννέα καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν ὁ παῖς Ὀζίας τοὔνομα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi