Kitap 9
185
τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, ὁ μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἡ ἀρχὴ τὸν υἱὸν αὐτοῦ.
186
Δευτέρῳ δʼ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος· θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δʼ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι.
187
καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν.
188
ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων· διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι.
189
παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν ὁ προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν· εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις· περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετʼ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ.