Kitap 9
175
ταῦτα δʼ ἔπαθεν ὁ τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιϊδεῖν ὑπʼ ἐκείνῳ γενόμενον.
176
ὁ δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δʼ ἡ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε.
177
Μετὰ δὲ τὴν Ἰωάζου τελευτὴν ἐκδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἰώασος. ἕβδομον ἤδη καὶ τριακοστὸν ἔτος βασιλεύοντος Ἰωάσου τῆς Ἰούδα φυλῆς παρέλαβε τὴν ἀρχὴν οὗτος ὁ Ἰώασος ἐν Σαμαρείᾳ τῶν Ἰσραηλιτῶν· καὶ γὰρ αὐτὸς τὴν αὐτὴν εἶχε προσηγορίαν τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ· καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑκκαίδεκα.
178
ἀγαθὸς δʼ ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος.
179
καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο βλέποντος αὐτοῦ καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις.