Kitap 9
157
ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δʼ ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν.
158
ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν.
159
Ἀζάηλος δʼ ὁ τῶν Σύρων βασιλεὺς πολεμῶν τοῖς Ἰσραηλίταις καὶ τῷ βασιλεῖ αὐτῶν Ἰηοῦ διέφθειρε τῆς πέραν Ἰορδάνου χώρας τὰ πρὸς τὴν ἀνατολὴν τῶν Ῥουβηνιτῶν καὶ Γαδιτῶν καὶ Μανασσιτῶν ἔτι δὲ καὶ τὴν Γαλαδῖτιν καὶ Βαταναίαν πυρπολῶν πάντα καὶ διαρπάζων καὶ τοῖς εἰς χεῖρας ἀπαντῶσι βίαν προσφέρων.
160
οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών.
161
Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς.