Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

143 Τῷ δὲ ἑβδόμῳ κοινολογησάμενός τισιν Ἰώδας πέντε τὸν ἀριθμὸν ἑκατοντάρχαις καὶ πείσας αὐτοὺς συνεπιθέσθαι μὲν τοῖς κατὰ τῆς Ὀθλίας ἐγχειρουμένοις, τὴν δὲ βασιλείαν τῷ παιδὶ περιποιῆσαι, λαβὼν ὅρκους οἷς τὸ ἀδεὲς παρὰ τῶν συνεργούντων βεβαιοῦται τὸ λοιπὸν ἐθάρρει ταῖς κατὰ τῆς Ὀθλίας ἐλπίσιν.
144 οἱ δʼ ἄνδρες, οὓς ὁ ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα.
145 ὁ δὲ πίστιν ᾔτησεν αὐτοὺς ἔνορκον, ἦ μὴν φυλάξειν ὅπερ ἂν μάθωσιν ἀπόρρητον παρʼ αὐτοῦ σιωπῆς ἅμα καὶ συμπράξεως δεόμενον. ὡς δʼ ἀσφαλὲς αὐτῷ λέγειν ὀμωμοκότων ἐγένετο παραγαγὼν ὃν ἐκ τοῦ Δαυίδου γένους ἔτρεφεν οὗτος ἡμῖν, εἶπε, βασιλεὺς ἐξ ἐκείνης τῆς οἰκίας, ἣν ἴστε τὸν θεὸν ἡμῖν προφητεύσαντα βασιλεύσειν ἄχρι τοῦ παντὸς χρόνου.
146 παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, ἡ δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν· τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω· μηδένα δʼ εἰσελθεῖν ὁπλίτην ἐάσητε ἢ μόνον ἱερέα.
147 προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi