Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

121 ὁ δʼ ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετʼ ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δʼ εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος.
122 Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην. ὁ δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν.
123 καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων.
124 εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν ἢ μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi