Kitap 9
112
ὁ δὲ ἀθροίσας τὴν στρατιὰν ἔμελλεν ἐξορμᾶν ἐπὶ Ἰώραμον εἰς Ἰεζέρελαν πόλιν, ἐν ᾗ καθὼς προεῖπον ἐθεραπεύετο τὴν πληγήν, ἣν ἔλαβε πρὸς τῇ Ἀραμώθα πολιορκίᾳ. ἔτυχε δὲ καὶ ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς Ὀχοζίας ἀφιγμένος πρὸς τὸν Ἰώραμον· υἱὸς γὰρ ἦν αὐτοῦ τῆς ἀδελφῆς ὡς καὶ προειρήκαμεν· ἐπισκέψασθαι δὲ πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ τὴν συγγένειαν ἐληλύθει.
113
Ἰηοῦς δὲ βουλόμενος αἰφνιδίως τοῖς περὶ τὸν Ἰώραμον προσπεσεῖν ἠξίου μηδὲ τῶν στρατιωτῶν ἀποδράντα τινὰ μηνῦσαι ταῦτα τῷ Ἰωράμῳ· τοῦτο γὰρ ἔσεσθαι λαμπρὰν ἐπίδειξιν αὐτῷ τῆς εὐνοίας καὶ τοῦ διακειμένους οὕτως ἀποδεῖξαι αὐτὸν βασιλέα.
114
Οἱ δὲ τοῖς εἰρημένοις ἡσθέντες ἐφύλαττον τὰς ὁδούς, μή τις εἰς Ἱεζέρελαν διαλαθὼν μηνύσῃ αὐτὸν τοῖς ἐκεῖ. καὶ ὁ μὲν Ἰηοῦς τῶν ἱππέων τοὺς ἐπιλέκτους παραλαβὼν καὶ καθίσας ἐφʼ ἅρματος εἰς τὴν Ἱεζέρελαν ἐπορεύετο, γενομένου δὲ ἐγγὺς ὁ σκοπός, ὃν ὁ βασιλεὺς Ἰώραμος καθεστάκει τοὺς ἐρχομένους εἰς τὴν πόλιν ἀφορᾶν, ἰδὼν μετὰ πλήθους προσελαύνοντα τὸν Ἰηοῦν ἀπήγγειλεν Ἰωράμῳ προσελαύνουσαν ἱππέων ἴλην.
115
ὁ δʼ εὐθὺς ἐκέλευσεν ἐκπεμφθῆναί τινα τῶν ἱππέων ὑπαντησόμενον καὶ τίς ἐστιν ὁ προσιὼν γνωσόμενον. ἐλθὼν οὖν πρὸς τὸν Ἰηοῦν ὁ ἱππεὺς ἐπερωτᾷ περὶ τῶν ἐν τῷ στρατοπέδῳ· πυνθάνεσθαι γὰρ ταῦτα τὸν βασιλέα. ὁ δὲ μηδὲν μὲν περὶ τούτων πολυπραγμονεῖν ἐκέλευσεν, ἕπεσθαι δʼ αὐτῷ.
116
ταῦτα ὁ σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς.