Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 9

107 ὁ δὲ γενόμενος ἐν τῇ πόλει τὸν μὲν Ἰηοῦν εὑρίσκει καθεζόμενον μετὰ τῶν τῆς στρατιᾶς ἡγεμόνων μέσον αὐτῶν καθὼς Ἐλισσαῖος αὐτῷ προεῖπε, προσελθὼν δὲ ἔφη βούλεσθαι περί τινων αὐτῷ διαλεχθῆναι.
108 τοῦ δὲ ἀναστάντος καὶ ἀκολουθήσαντος εἰς τὸ ταμιεῖον λαβὼν ὁ νεανίσκος τὸ ἔλαιον κατέχεεν αὐτοῦ τῆς κεφαλῆς καὶ τὸν θεὸν ἔφη βασιλέα χειροτονεῖν αὐτὸν ἐπʼ ὀλέθρῳ τοῦ γένους τοῦ Ἀχάβου, καὶ ὅπως ἐκδικήσῃ τὸ αἷμα τῶν προφητῶν τῶν ὑπὸ Ἰεζαβέλας παρανόμως ἀποθανόντων,
109 ἵνʼ ὁ τούτων οἶκος τὸν αὐτὸν τρόπον ὅνπερ Ἱεροβάμου τοῦ Ναβαταίου παιδὸς καὶ Βασὰ πρόρριζος διὰ τὴν ἀσέβειαν αὐτῶν ἀφανισθῇ καὶ μηδὲν ὑπολειφθῇ σπέρμα τῆς Ἀχάβου γενεᾶς. καὶ ὁ μὲν ταῦτʼ εἰπὼν ἐξεπήδησεν ἐκ τοῦ ταμιείου σπουδάζων μηδενὶ τῶν ἐπὶ τῆς στρατιᾶς ὁραθῆναι.
110 Ὁ δὲ Ἰηοῦς προελθὼν ἧκεν ἐπὶ τὸν τόπον ἔνθα μετὰ τῶν ἡγεμόνων ἐκαθέζετο. πυνθανομένων δὲ καὶ φράζειν αὐτοῖς παρακαλούντων τί πρὸς αὐτὸν ἀφίκοιτο ὁ νεανίσκος καὶ προσέτι μαίνεσθαι λεγόντων αὐτόν, ἀλλʼ ὀρθῶς γε εἰκάσατε, εἶπε, καὶ γὰρ τοὺς λόγους μεμηνότος ἐποιήσατο.
111 σπουδαζόντων δʼ ἀκοῦσαι καὶ δεομένων ἔφη τὸν θεὸν αὐτὸν ᾑρῆσθαι βασιλέα τοῦ πλήθους εἰρηκέναι. ταῦτʼ εἰπόντος ἕκαστος περιδύων αὑτὸν ὑπεστρώννυεν αὐτῷ τὸ ἱμάτιον καὶ σαλπίζοντες τοῖς κέρασιν ἐσήμαινον Ἰηοῦν εἶναι βασιλέα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi