Kitap 9
89
Ἀζάηλος δὲ μετὰ καμήλων τεσσαράκοντα τὸν ἀριθμόν, αἳ τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν Δαμασκῷ γινομένων καὶ ὄντων ἐν τῷ βασιλείῳ ἔφερον δῶρα, συμβαλὼν τῷ Ἐλισσαίῳ προσαγορεύσας αὐτὸν φιλοφρόνως ἔλεγεν ὑπὸ Ἄδερος τοῦ βασιλέως πεμφθῆναι πρὸς αὐτὸν δῶρά τε κομίσαι καὶ πυθέσθαι περὶ τῆς νόσου καὶ εἰ ῥᾴων ἀπʼ αὐτῆς ἔσοιτο.
90
ὁ δὲ προφήτης τὸν μὲν Ἀζάηλον ἐκέλευε μηδὲν ἀπαγγέλλειν τῷ βασιλεῖ κακόν, ἔλεγε δʼ ὅτι τεθνήξεται. καὶ ὁ μὲν οἰκέτης τοῦ βασιλέως ἐλυπεῖτο ταῦτʼ ἀκούσας, ὁ δʼ Ἐλισσαῖος ἔκλαιε καὶ πολλοῖς ἐρρεῖτο δακρύοις προορώμενος ἃ πάσχειν ὁ λαὸς ἔμελλε κακὰ μετὰ τὴν Ἄδερος τελευτήν.
91
ἀνακρίναντος δʼ αὐτὸν Ἀζαήλου τὴν αἰτίαν τῆς συγχύσεως κλαίω, φησί, τὸ πλῆθος τῶν Ἰσραηλιτῶν ἐλεῶν, ὧν ἐκ σοῦ πείσεται δεινῶν· ἀποκτενεῖς γὰρ αὐτῶν τοὺς ἀρίστους καὶ τὰς ὀχυρωτάτας πόλεις ἐμπρήσεις, καὶ παιδία μὲν ἀπολεῖς προσρηγνὺς πέτραις τὰς δʼ ἐγκύους ἀναρρήξεις γυναῖκας.
92
τοῦ δὲ Ἀζαήλου λέγοντος· τίνα γὰρ ἰσχὺν ἐμοὶ τηλικαύτην εἶναι συμβέβηκεν, ὥστε ταῦτα ποιῆσαι; τὸν θεὸν ἔφησεν αὐτῷ δεδηλωκέναι τοῦθʼ, ὅτι τῆς Συρίας μέλλει βασιλεύειν. Ἀζάηλος μὲν οὖν παραγενόμενος πρὸς τὸν Ἄδερα τῷ μὲν τὰ βελτίω περὶ τῆς νόσου κατήγγελλε, τῇ δʼ ἐπιούσῃ δίκτυον ἐπιβαλὼν αὐτῷ διάβροχον τὸν μὲν στραγγάλῃ διέφθειρε,
93
τὴν δʼ ἀρχὴν αὐτὸς παρέλαβε δραστήριός τε ὢν ἀνὴρ καὶ πολλὴν ἔχων παρὰ τῶν Σύρων εὔνοιαν καὶ τοῦ δήμου τῶν Δαμασκηνῶν, ὑφʼ οὗ μέχρι νῦν αὐτός τε ὁ Ἄδερ καὶ Ἀζάηλος ὁ μετʼ αὐτὸν ἄρξας ὡς θεοὶ τιμῶνται διὰ τὰς εὐεργεσίας καὶ τῶν ναῶν οἰκοδομίας, οἷς ἐκόσμησαν τὴν τῶν Δαμασκηνῶν πόλιν.