Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

392 εἶπε γάρ, ὡς ὁ θεὸς ἀφέντʼ αὐτὸν διαδράναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ. παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.
393 Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν.
394 ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην.
395 Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi