Thesauros Edebiyat Tarih Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία

Ἰουδαϊκὴ ἀρχαιολογία Josephus, Flavius

Kitap 8

33 ὁ βασιλεὺς ἐπιγνοὺς τὰς ἑκατέρων φωνὰς ἀπὸ τῆς ἀληθείας γεγενημένας τῇ μὲν ἀνακραγούσῃ τὸ παιδίον προσέκρινε, μητέρα γὰρ αὐτὴν ἀληθῶς εἶναι, τῆς δὲ ἄλλης κατέγνω πονηρίαν τό τε ἴδιον ἀποκτεινάσης καὶ τὸ τῆς φίλης σπουδαζούσης ἀπολλύμενον θεάσασθαι.
34 τοῦτο μέγα δεῖγμα καὶ τεκμήριον τῆς τοῦ βασιλέως φρονήσεως καὶ σοφίας ἐνόμιζε τὸ πλῆθος, κἀξ ἐκείνης τὸ λοιπὸν τῆς ἡμέρας ὡς θείαν ἔχοντι διάνοιαν αὐτῷ προσεῖχον.
35 Στρατηγοὶ δʼ αὐτῷ καὶ ἡγεμόνες ἦσαν τῆς χώρας ἁπάσης οἵδε· τῆς μὲν Ἐφραίμου κληρουχίας Οὔρης· ἐπὶ δὲ τῆς Βιθιέμες τοπαρχίας ἦν Διόκληρος· τὴν δὲ τῶν Δώρων καὶ τὴν παραλίαν Ἀβινάδαβος εἶχεν ὑπʼ αὐτῷ γεγαμηκὼς τὴν Σολόμωνος θυγατέρα·
36 τὸ δὲ μέγα πεδίον ἦν ὑπὸ Βαναίᾳ τῷ Ἀχίλου παιδί, προσεπῆρχε δὲ καὶ τῆς ἄχρι Ἰορδάνου πάσης· τὴν δὲ Γαλαδῖτιν καὶ Γαυλανῖτιν ἕως τοῦ Λιβάνου ὄρους καὶ πόλεις ἑξήκοντα μεγάλας καὶ ὀχυρωτάτας ἔχων ὑφʼ αὑτὸν Γαβάρης διεῖπεν· Ἀχινάδαβος δὲ τῆς Γαλιλαίας ὅλης ἄχρι Σιδῶνος ἐπετρόπευε συνοικῶν καὶ αὐτὸς θυγατρὶ Σολόμωνος Βασίμα τοὔνομα·
37 τὴν δὲ περὶ Ἀκὴν παραλίαν εἶχε Βανακάτης· Σαφάτης δὲ τὸ Ἰταβύριον ὄρος καὶ Καρμήλιον καὶ τὴν κάτω Γαλιλαίαν ἄχρι τοῦ ποταμοῦ Ἰορδάνου χώραν ἐπὶ τούτῳ πᾶσαν ἐπετέτραπτο· Σουμούις δὲ τὴν τῆς Βενιαμίδος κληρουχίαν ἐγκεχείριστο· Γαβάρης δὲ εἶχε τὴν πέραν τοῦ Ἰορδάνου χώραν· ἐπὶ δὲ τούτων εἷς πάλιν ἄρχων ἀποδέδεικτο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi