Kitap 8
364
ὁ δʼ οὐκ ὢν ὅμοιος αὐτῷ τῇ στρατιᾷ πρὸς μάχην μὲν οὐ παρετάξατο, πάντα δʼ εἰς τὰς ὀχυρωτάτας πόλεις ἐγκλείσας τὰ ἐν τῇ χώρᾳ αὐτὸς μὲν ἔμεινεν ἐν Σαμαρείᾳ· τείχη γὰρ αὕτη λίαν ἰσχυρὰ περιεβέβλητο καὶ τὰ ἄλλα δυσάλωτος ἐδόκει· ὁ δὲ Σύρος ἀναλαβὼν τὴν δύναμιν ἧκεν ἐπὶ τὴν Σαμάρειαν καὶ περικαθίσας αὐτῇ τὸν στρατὸν ἐπολιόρκει.
365
πέμψας δὲ κήρυκα πρὸς Ἄχαβον ἠξίου πρεσβευτὰς δέξασθαι παρʼ αὐτοῦ, διʼ ὧν αὐτῷ δηλώσει τί βούλεται. τοῦ δὲ τῶν Ἰσραηλιτῶν βασιλέως πέμπειν ἐπιτρέψαντος ἐλθόντες οἱ πρέσβεις ἔλεγον κατʼ ἐντολὴν τοῦ βασιλέως τὸν Ἀχάβου πλοῦτον καὶ τὰ τέκνα αὐτοῦ καὶ τὰς γυναῖκας Ἀδάδου τυγχάνειν· ἂν δʼ ὁμολογήσῃ καὶ λαβεῖν αὐτὸν τούτων ὅσα βούλεται συγχωρήσῃ, τὴν στρατιὰν ἀπάξει καὶ παύσεται πολιορκῶν αὐτόν.
366
ὁ δʼ Ἄχαβος τοῖς πρέσβεσιν ἐκέλευσε πορευθεῖσι λέγειν τῷ βασιλεῖ αὐτῶν, ὅτι καὶ αὐτὸς καὶ οἱ ἑκείνου πάντες κτήματά εἰσιν αὐτοῦ.
367
ταῦτα δʼ ἀπαγγειλάντων πέμπει πάλιν πρὸς αὐτὸν ἀξιῶν ἀνωμολογηκότα πάντα εἶναι ἐκείνου δέξασθαι τοὺς πεμφθησομένους εἰς τὴν ἐπιοῦσαν ὑπʼ αὐτοῦ δούλους, οἷς ἐρευνήσασι τά τε βασίλεια καὶ τοὺς τῶν φίλων καὶ συγγενῶν οἴκους ἐκέλευε διδόναι πᾶν ὅ τι ἂν ἐν αὐτοῖς εὕρωσι κάλλιστον,
368
τὰ δʼ ἀπαρέσαντα σοὶ καταλείψουσιν. Ἄχαβος δʼ ἀγασθεὶς ἐπὶ τῇ δευτέρᾳ πρεσβείᾳ τοῦ τῶν Σύρων βασιλέως συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος ἔλεγεν, ὡς αὐτὸς μὲν ἑτοίμως εἶχεν ὑπὲρ σωτηρίας αὐτοῦ καὶ εἰρήνης καὶ γυναῖκας τὰς ἰδίας προέσθαι τῷ πολεμίῳ καὶ τὰ τέκνα καὶ πάσης παραχωρῆσαι κτήσεως· ταῦτα γὰρ ἐπιζητῶν ἐπρεσβεύσατο πρῶτον ὁ Σύρος.