Kitap 8
355
Ναβώθης δέ τις ἐξ Ἱεζαρήλου πόλεως ἀγρογείτων ὢν τοῦ βασιλέως παρακαλοῦντος αὐτὸν ἀποδόσθαι τιμῆς ὅσης βούλεται τὸν πλησίον αὐτοῦ τῶν ἰδίων ἀγρόν, ἵνα συνάψας ἓν αὐτὸ ποιήσῃ κτῆμα, εἰ δὲ μὴ βούλοιτο χρήματα λαβεῖν ἐπιτρέποντος ἐκλέξασθαι τῶν ἀγρῶν τινα τῶν ἐκείνου, τοῦτο μὲν οὔ φησι ποιήσειν, αὐτὸς δὲ τὴν ἰδίαν καρπώσεσθαι γῆν, ἣν ἐκληρονόμησε τοῦ πατρός.
356
λυπηθεὶς δʼ ὡς ἐφʼ ὕβρει τῷ μὴ τἀλλότρια λαβεῖν ὁ βασιλεὺς οὔτε λουτρὸν προσηνέγκατο οὔτε τροφήν, τῆς δʼ Ἰεζαβέλης τῆς γυναικὸς αὐτοῦ πυνθανομένης, ὅ τι λυπεῖται καὶ μήτε λούεται μήτε ἄριστον αὑτῷ παρατίθεται μήτε δεῖπνον, διηγήσατο αὐτῇ τὴν Ναβώθου σκαιότητα καὶ ὡς χρησάμενος ἐπιεικέσι πρὸς αὐτὸν λόγοις καὶ βασιλικῆς ἐξουσίας ὑποδεεστέροις ὑβρισθείη μὴ τυχὼν ὧν ἠξίου.
357
ἡ δὲ μὴ μικροψυχεῖν ἐπὶ τούτοις παρεκάλει, παυσάμενον δὲ τῆς λύπης ἐπὶ τὴν συνήθη τρέπεσθαι τοῦ σώματος πρόνοιαν· μελήσειν γὰρ αὐτῇ περὶ τῆς Ναβώθου τιμωρίας.
358
καὶ παραχρῆμα πέμπει γράμματα πρὸς τοὺς ὑπερέχοντας τῶν Ἰσραηλιτῶν ἐκ τοῦ Ἀχάβου ὀνόματος νηστεῦσαί τε κελεύουσα καὶ ποιησαμένους ἐκκλησίαν προκαθίσαι μὲν αὐτῶν Νάβωθον, εἶναι γὰρ αὐτὸν γένους ἐπιφανοῦς, παρασκευασαμένους δὲ τρεῖς τολμηρούς τινας τοὺς καταμαρτυρήσοντας αὐτοῦ, ὡς τὸν θεόν τε εἴη βλασφημήσας καὶ τὸν βασιλέα, καταλεῦσαι καὶ τούτῳ διαχρήσασθαι τῷ τρόπῳ.
359
καὶ Νάβωθος μέν, ὡς ἔγραψεν ἡ βασίλισσα, οὕτως καταμαρτυρηθεὶς βλασφημῆσαι τὸν θεόν τε καὶ Ἄχαβον βαλλόμενος ὑπὸ τοῦ πλήθους ἀπέθανεν, ἀκούσασα δὲ ταῦτα Ἰεζάβηλα εἴσεισι πρὸς τὸν βασιλέα καὶ κληρονομεῖν τὸν Ναβώθου ἀμπελῶνα προῖκα ἐκέλευσεν.